Ancient Greek · ~3 min
1.6.7 to 1.6.9
Aristotle, Περὶ φυτῶν 1.6.7-9
Not analysed yet
Ἐν δὲ τοῖς φοίνιξιν ἂν φύλλα ἢ ψῆνες ἢ φλοιὸς τοῦ ἄρρενος φοίνικος τοῖς φύλλοις τοῦ θήλεος συντεθείη, ἵνα πως συναφθῶσι, ταχέως πεπαίνονται οἱ καρποί, κωλύεται δὲ καὶ ἡ πτῶσις αὐτῶν, Διακρίνεται δὲ ὁ ἄρρην ἀπὸ τοῦ θήλεος, ὅτι πρώτως βλαστάνουσι τὰ τούτου φύλλα, ἅ εἰσι παρὰ τὰ τοῦ θήλεος μικρότερα· ἀλλὰ καὶ διὰ τῆς εὐωδίας. Ἀλλαχοῦ δὲ ἔκ τινος τούτων ἢ ἐκ πάντων συμβαίνει. Τυχὸν δὲ καὶ εἰ ἐκ τῆς εὐωδίας τοῦ ἄρρενος ἐπαγάγῃ τι ἄνεμος πρὸς τὸν θῆλυν, πεπαίνονται καὶ οὕτως οἱ καρποί, ὥσπερ ὁπόταν τὰ φύλλα τοῦ ἄρρενος τῷ θήλει ἀπαιωρῶνται. Συκαῖ ὡσαύτως ἄγριαι εἰς τὴν γῆν ἐξαπλωθεῖσαι συμβάλλονται τὰ πολλὰ ταῖς κηπαίαις συκαῖς. Τὰ βαλαύστια ταῖς ἐλαίαις συμβάλλουσιν, ὅταν ὁμοῦ φυτεύωνται.