Ancient Greek · ~2 min
Part 2, Chapter 10
Aristotle, Περὶ φυτῶν 2.10.1
Not analysed yet
Πικρὸς δὲ γίνεται καρπός, ὅτε ἡ θερμότης καὶ ἡ ὑγρότης οὐκ εἰσὶ πλήρεις ἐν τῇ πέψει. Ἡ ψυχρότης γὰρ καὶ ἡ ξηρότης ἐμποδίζουσι τὴν τελείωσιν, καὶ οὕτω στρέφεται εἰς πικρίαν ὁ καρπός. Τούτου σημεῖον ὅτι τὸ πικρὸν εἰς πῦρ ἐμβληθὲν γλυκὺ γίνεται. Δένδρα δὲ ὅσα γεννῶνται ἐν ὕδατι ὀξώδει, ποιοῦσι καρπὸν γλυκύν, διότι τὸ ὀξῶδες ἕλκει μετὰ θερμότητος τοῦ ἡλίου, ὅπερ ἐστὶ τῆς ἰδίας ποιότητος.