Ancient Greek · ~2 min
Part 2, Chapter 10
Aristotle, Περὶ φυτῶν 2.10.7
Not analysed yet
Αἰτία δέ ἐστιν ὅτι μετὰ θερμότητος καὶ ὑγρότητός ἐστι πέψις. Ὅταν δὲ ἐπικρατήσῃ ὑγρότης καὶ ξηρότης τοῦ θερμοῦ, ἔστιν ἐξ αὐτοῦ καρπὸς ἐν τῇ ἀρχῇ οὐκ εὔπεπτος, διότι ἡ γέννησις τοῦ καρποῦ ἐν τῇ ἀρχῇ ἐστὶ χωρὶς γλυκύτητος. Τῶν μυροβαλάνων δὲ δένδρων ἐν τῇ ἀρχῇ, ὅταν φανῶσιν, οἱ καρποί εἰσι γλυκεῖς· κοινῶς δέ εἰσι στρυφνοὶ καὶ ἐν τῇ κράσει αὐτῶν πικροί.