Ancient Greek · ~2 min
Part 2, Chapter 3
Aristotle, Περὶ φυτῶν 2.3.12
Not analysed yet
Ἐὰν δὲ ᾖ ὁ τόπος περικεκαλυμμένος, οὐ γίνονται ἐν αὐτῷ βοτάναι ἀλλ’ ἢ ἄνευ φύλλων· ἀπεχώρησε γὰρ ἀπ’ αὐτοῦ ἡ εὐκρασία τῆς γῆς, ἡ ὁμογενὴς αὐτῇ, Ὄθεν ἄνθη καὶ φύλλα ἐν βοτάναις μικραῖς μεμιγμένα εὑρίσκονται ἐν τόποις κεκραμένοις καθαρῶς δι’ ἀέρος καὶ ὕδατος· ἐν ἑτέροις δὲ μὴ τοιούτοις σπάνιά εἰσι τὰ ἄνθη καὶ τὰ φύλλα τῶν φυτῶν τῶν συμβαινόντων ἐν τῇ χιόνι.