Ancient Greek · ~2 min
2.3.15 to 2.3.16
Aristotle, Περὶ φυτῶν 2.3.15-16
Not analysed yet
Ἐπισπεύδει δὲ καὶ ἡ πέψις· καὶ διὰ τοῦτο τὰ φυτὰ ὡς ἐπὶ τὸ πολὺ ἐν τοῖς ὄρεσι φύονται. Ἐν δὲ τοῖς ψάμμοις νικᾷ, ὡς προέφημεν, ἡ ἀλμυρότης, καὶ ἀπομένουσιν ἐν τοῖς μέρεσι τῆς ψάμμου ἀραιότητες ὅμοιαι πρὸς ἀλλήλας. Ὁ τοίνυν ἥλιος οὐκ ἔχει δύναμιν ἵνα ἐν αὐταῖς ἀπαρτίσῃ καὶ βεβαιώσῃ συνέχειαν οὐσίας. Τῷ τοι καὶ φυτὰ ἐν αὐταῖς ὡς τὰ πολλὰ οὐ γίνονται· εἰ δὲ καὶ γίνονται, οὐ κατὰ εἴδη ἴδια καὶ διάφορα, ἀλλὰ κατὰ εἴδη ὅμοια πρὸς ἄλληλα.