Ancient Greek · ~2 min
2.4.8 to 2.4.9
Aristotle, Περὶ φυτῶν 2.4.8-9
Not analysed yet
Πλὴν οὐκ εἰσὶν ἐκτεταμένα, διότι αἱ ῥίζαι αὐτῶν εἰσὶν ἐπιπολαίως ἐν τῇ γῇ. Ἐν τόποις ὡσαύτως ἐν οἶς ὕδωρ θερμὸν τρέχει, πολλάκις φυτὰ γεννῶνται, διότι ἡ θερμότης τοῦ ὕδατος ἐφέλκεται ἀναθυμιάσεις προσφάτους ἐπὶ τῆς γῆς, ἡ δὲ ψυχρὰ φύσις τῆς ὑγρότητος τοῦ ὕδατος ὑποκάτω ἀπομένει, καὶ συμπήγνυται ὁ ἀὴρ ὁ ἐν τούτῳ τῷ ὑγρῷ. Καὶ ὅταν πεφθῇ ἡ θερμότης τοῦ ἀέρος, πάλιν ἐν τούτῳ γεννᾶται τὸ φυτόν, οὐκ ἄλλως εἰ μὴ ἐν καιρῷ πολλῷ,