Ancient Greek · ~2 min
Part 2, Chapter 5
Aristotle, Περὶ φυτῶν 2.5.2
Not analysed yet
Καὶ γὰρ πολλάκις ἔθος ἐστὶ τοῖς λίθοις ἵνα βοηθῇ αὐτοῖς ὁ ἥλιος διὰ τῆς δίας πέψεως. Καὶ οὕτω γεννᾶται ἐξ αὐτῶν φυτόν. Ὄ δὲ οὐκ ἀναβαίνει, ἐὰν μὴ πλησίον ᾖ γῆς ἢ ὑγροῦ. Ἡ γὰρ ὑπόστασις τοῦ φυτοῦ δεῖται γῆς ὕδατος καὶ ἀέρος. Κατανοείσθω τοιγαροῦν τὸ φυτόν· καὶ εἰ ἔστι πλησίον τοῦ ἡλίου, ταχέως γεννᾶται, εἰ δέ ἐστιν ὁ ἤλιος εἰς δυσμάς, βραδύνει.