Ancient Greek · ~2 min
2.6.4 to 2.6.6
Aristotle, Περὶ φυτῶν 2.6.4-6
Not analysed yet
Κατέχεται γὰρ αὐτὸς ὁ ἀὴρ ἐν τοῖς ἐνδοτέροις τῆς γῆς, καὶ κωλύει τὴν παχύτητα τοῦ ὕδατος ἀναβαίνειν. Εἰ γοῦν πλημμυρήσῃ ἄνεμος ἐν ἐκείνῳ τῷ τόπῳ καὶ συσφιγχθῇ ἡ γῆ, συμπιέσῃ τε ἑαυτὸν ὁ ἐμπεριειλημμένος ἀήρ, καὶ συμπήξῃ ὁ ἄνεμος τὴν ὑγρότητα, προελεύσεται ἐκ ταύτης τῆς ὑγρότητος φυτὰ οὐ πολὺ διαφέροντα ἀλλήλων ἐν εἴδει καὶ σχήματι, διὰ τὴν διαμονὴν καὶ τὴν παχύτητα τοῦ ὕδατος καὶ τὴν θερμότητα τοῦ ἡλίου ἄνωθεν. Πάλιν περὶ τῶν φυτῶν ἅ εἰσιν ἐν τόποις ὑγροῖς, καὶ ἡ ἐπιφάνεια αὐτῶν φαίνεται ἐν τῇ ὄψει τῆς γῆς χλοάζουσα, λέγω ὅτι ἐν ἐκείνῳ τῷ τόπῳ μικρά ἐστιν ἀραιότης.