Ancient Greek · ~2 min
2.7.1 to 2.7.2
Aristotle, Περὶ φυτῶν 2.7.1-2
Not analysed yet
Τριπλώς δὲ ἡ τῶν δένδρων εὐπορία ἀκολουθεῖ· ἢ γὰρ προάγουσι τοὺς καρποὺς πρὸ τῶν φύλλων, ἤ σύναμα τοῖς φύλλοις, ἢ μετὰ τὰ φύλλα. Ἔστι τοίνυν φυτὸν ὅπερ οὐκ ἔχει ῥίζαν ἢ φύλλα· ἔστι καὶ ὅπερ φέρει φιτρὸν ἄνευ καρποῦ καὶ φύλλων, ὡς Ἡ λεγομένη χρυσοκόμη ἢ χρυσῖτις. Ἀλλὰ τὰ φυτὰ ἂ καρπὸν πρὸ τῶν φύλλων προάγουσι, πολλὴν ἔχουσι τὴν πιότητα. Ὅταν γοῦν ἐκταθείη ἡ θερμότης ἡ οὖσα φυσικῶς τῷ φυτῷ, ταχύνει καὶ ἡ τούτου πέψις, ῥώννυταί τε καὶ ζέει ἐν τοῖς κλάδοις τοῦ φυτοῦ, κωλύει τε τὸν χυμὸν ἵνα μὴ ἀναβαίνῃ ἀπ’ αὐτοῦ· κἀντεῦθεν προχωροῦσι καρποὶ καὶ φύλλα.