Ancient Greek · ~5 min
2.7.6 to 2.7.9
Aristotle, Περὶ φυτῶν 2.7.6-9
Not analysed yet
Οὐ τοίνυν ὁμοίως δεῖ ἵνα τὰ φύλλα ὦσιν ὡς οἱ καρποί· ὁ γὰρ χυμὸς ὁ ἀναβαίνων ἀλλοιωθείς, οὖτός ἐστι τὰ φύλλα, ὡς εἴπομεν. Τοιουτοτρόπως ἐστὶν ἡ κρίσις καὶ ἐν ταῖς ἐλαίαις, αἳ πολλάκις στερίσκονται τῶν ἐδίων καρπῶν. Ὁπόταν γὰρ ἡ φύσις πέψιν ποιήσῃ, ἀναβαίνει πρώτως ἐκ τῆς λεπτότητος, ὅπερ οὐκ ἐπεπάνθη ἐκ τῆς θερμότητος. Ἔστιν οὖν αὕτη ἡ ὑγρότης φύλλα, Ἡ δὲ πέψις ἐστὶν ἄνθος. Ὅταν δὲ τελειωθῇ τῷ δευτέρῳ ἔτει ἡ πέψις, γεννῶνται καρποί, καὶ ἐκβαίνει εἰς τέλος ἡ ὕλη κατὰ τὸν τόπον τὸν ἐν αὐτοῖς. Αἱ ἄκανθαι ὡσαύτως εἰσὶν ἐκ τοῦ γένους τῶν φυτῶν, οὐ μὴν τῆς αὐτῆς φύσεως. Λέγω γοῦν ὅτι ἐν τῷ φυτῷ ἐστὶν ἀραιότης, καὶ ἐν τῇ ἀρχῇ τῆς φύσεως αὐτοῦ ἐστὶ πέψις, καὶ ἀναβαίνει ὑγρότης ψυχρὰ καὶ μετ’ αὐτῆς βραχεῖα διάκρισις, διερχομένη ἐν ἐκείνῃ τῇ ἀραιότητι. Ποιεῖ γοῦν ταύτην συμπήγνυσθαι ὁ ἥλιος, κἀντεῦθέν εἰσιν αἱ ἄκανθαι. Διὰ τοῦτο καὶ τὸ εἶδος αὐτῶν ἐστὶ πυραμοειδές· ἔστι γὰρ ἡ βάσις αὐτῶν ἀρχομένη ἀπὸ παχέος καὶ προχωροῦσα εἰς ἰσχνόν. Τοῦτο δὲ γίνεται, διότι κατὰ βραχὺ ὁ ἀὴρ ἐπεκτεινόμενος τῷ φυτῷ αὐξάνει τὰ μέρη αὐτοῦ μετ’ ἐπντάσεως τῆς ὑικῆς. Τοιουτοτρόπως καὶ πᾶν δένδρον ἢ φυτὸν γίνεται, οὖ ἡ κεφαλή ἐστι πυραμοειδής.