Ancient Greek · ~2 min
Part 2, Chapter 8
Aristotle, Περὶ φυτῶν 2.8.10
Not analysed yet
Ἐν τοῖς φυτοῖς δέ ἐστιν ἡ πρώτη πέψις, εἶτα ἡ πέπανσις κατὰ τὴν τροφὴν αὐτῶν. Ἕκαστον οὖν δένδρον ἀναβαίνει ἀεί, ἔστ’ ἂν πληρωθείη. Αἰτία δὲ αὕτη ἐστίν, ὅτι ἐπὶ μὲν τῶν ζῴων ἑκάστου τὸ μῆκος πλησίον ἐστὶ τοῦ ἰδίου πλάτους, ἐν τῷ φυτῷ δὲ πόρρω, ὅτι ἡ ῥίζα αὐτοῦ, ἤγουν τὸ πῦρ καὶ τὸ ὕδωρ, σπεύδουσιν εἰς ἀνάβασιν, ἵνα δημιουγηθῇ τὸ φυτόν.