Ancient Greek · ~3 min
2.8.3 to 2.8.4
Aristotle, Περὶ φυτῶν 2.8.3-4
Not analysed yet
Ἡ δὲ χλοερότης οὐ φθείρεται, ἐὰν ᾖ ὑγρότης ἐν αὐτῇ, ἥτις ἐστὶν ἐκ τοῦ γένους τῆς γῆς. Ἐξ ἀμφοτέρων γοῦν τούτων ἡ χροιὰ γίνεται ἡ χλοερά. Τούτου σημεῖον ὅτι οἱ φλοιοὶ τοῦ δένδρου, ὅταν ξηραίνηται αὐτό, μελαίνονται, ἐντὸς δέ εἰσι λευκοί. Ἐν τοῖς δένδροις γοῦν μεταξὺ τῶν δύο χρωμάτων χρῶμα χλοερὸν γίνεται ἐν τῇ ἐπιφανείᾳ αὐτῶν. Τοῦ δὲ σχήματος τῶν φυτῶν τρεῖς εἰσὶ τρόποι· τινὰ γὰρ ἄνω προχωροῦσι, τινὰ κάτω, τινὰ μέσον. Τὰ μὲν οὖν ἄνω ἐκτεινόμενα ἔχουσιν αἰτίαν, ὅτι ἡ φύσις αὐτῶν φαίνεται ἐν τῇ ἐντεριώνῃ, καὶ ἕλκει τὴν θερμότητα, καὶ συμπιέζει ἐν ἑαυτῇ τὸν ἀέρα τὸν ὄντα ἐν ταῖς ἀραιότησιν αὐτῆς.