Ancient Greek · ~4 min
1.12 to 1.15
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 1.12-15
Not analysed yet
Ὤσηʼ εἰ καὶ συμβαίνει ἐναντίας εἶναι τὰς φάσεις, καὶ ἀδύνατον γίνεσθαί τε ἐκ μὴ ὄντος καὶ μὴ πολλὰ εἶναι τὰ πράγματα, ἐλέγχοιτο μὲν ἂν ὑπʼ ἀλλήλων ταῦτα, ἀλλὰ τί μᾶλλον οὕτως ἂν ἔχοι ; Ἴσως τε κἂν φαίη τις τούτοις τἀναντία. Οὔτε γὰρ δείξας ὅτι ὀρθὴ δόξα ἀφʼ ἦς ἄρχεται, οὔτε μᾶλλον βέβαιον ἢ περὶ ἦς δείκνυσι λαβών, διελέχθη. Μᾶλλον γὰρ λαμβάνεται εἰκὸς εἶναι γίνεσθαι ἐκ μὴ ὄντος ἢ μὴ πολλὰ εἶναι. Λέγεταί τε καὶ σφόδρα ὑπὲρ αὐτῶν γίγνεσθαί τε τὰ μὴ ὄντα, καὶ μὴ γεγονέναι πολλὰ ἐκ μὴ ὄντων, καὶ οὐχ ὅτι οἱ τυγχάνοντες, ἀλλὰ καὶ τῶν δοξάντων εἶναι σοφῶν τινὲς εἰρήκασιν. Αὐτίκα δ' Ἡσίοδος πρῶτον μὲν πάντων (φησὶ) χάος ἐγένετʼ, αὐτὰρ ἔπειτα γαῖ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί, ἠδʼ ἔρος, ὃς πάντεσσι μεταπρέπει ἀθανάτοισιν. Τὰ δʼ ἄλλα φησὶ γενέσθαι, ταῦτα δʼ ἐξ οὐδενός. Πολλοὶ δὲ καὶ ἕτεροι εἶναι μὲν οὐδέν φασι, γίγνεσθαι δὲ πάντα, λέγοντες ἐξ οὐκ ὄντων γίνεσθαι τὰ γινόμενα. Ὤστε τοῦτο μὲν δῆλον, ὅτι ἐνίοις γε δοκεῖ καὶ ἐξ οὐκ ὄντων ἂν γενέσθαι.