Ancient Greek · ~2 min
ΠΕΡΙ ΞΕΝΟΦΑΝΟΥΣ, Chapter 1
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 1.5
Not analysed yet
Ταῦτα δὲ ἀδύνατα εἶναι. Καὶ γὰρ εἰ τὸ μεμῖχθαί τι ἓν ἐκ πλειόνων λέγοιτο, καὶ εἴη πολλὰ κινούμενα εἰς ἄλληλα τὰ πράγματα, καὶ ἡ μῖξις ἡ ὡς ἐν ἑνὶ σύνθεσις εἴη τῶν πλειόνων, ἢ τῇ ἀπαλλάξει οἶον ἐπιπρόσθησις γίνοιτο τῶν μιχθέντων, ἐκείνους μὲν ἂν δι' ἀλλήλων χωριζόντων εἶναι τὰ μιχθέντα, ἐπιπροσθήσεως δʼ οὔσης ἐν τῇ τρίψει γίνεσθαι ἂν ἕκαστον φανερόν, ἀφαιρουμένων τῶν πρώτων τὰ ὑπʼ ἄλληλα τεθέντα τῶν μιχθέντων· ὧν οὐδέτερον συμβαίνειν.