Ancient Greek · ~3 min
ΠΕΡΙ ΖΗΝΩΝΟΣ., Chapter 3
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 3.5
Not analysed yet
Οὐδὲ γὰρ ἂν δύνασθαι πλειόνων ὄντων ἕνα εἶναι μόνον. Ἔνα δ' ὄντα ὅμοιον εἶναι πάντῃ, ὁρᾶν τε καὶ ἀκούειν, τάς τε ἄλλας αἰσθήσεις ἔχοντα πάνῃ. Εἰ γὰρ μή, κρατεῖν ἂν καὶ κρατεῖσθαι ὑπʼ ἀλλήλων τὰ μέρη θεοῦ ὄντα· ὅπερ ἀδύνατον. Πάντῃ δʼ ὅμοιον ὄντα σφαιροειδῆ εἶναι· οὐ γὰρ τῇ μὲν τῇ δʼ οὐ τοιοῦτον εἶναι, ἀλλὰ πάντη. Αΐδιον δʼ ὄντα καὶ ἕνα καὶ σφαιροειδῆ οὔτʼ ἄπειρον οὔτε πεπεράσθαι. Ἄπειρον ὃ μὴ ὄν εἶναι· τοῦτο γὰρ οὔτε μέσον οὔτʼ ἀρχὴν καὶ τέλος οὔτʼ ἄλλο μέρος οὐδὲν ἔχειν, τοιοῦτον δʼ εἶναι τὸ ἄπειρον. Οἶον δὲ τὸ μὴ ὅν, οὐκ ἂν εἶναι τὸ ὄν, περαίνειν δὲ πρὸς ἄλληλα, εἰ πλείω εἶεν.