Ancient Greek · ~2 min
ΠΕΡΙ ΖΗΝΩΝΟΣ., Chapter 4
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 4.13
Not analysed yet
Ἔτι τί κωλύει πεπεράνθαι καὶ ἔχειν πέρατα ἓν ὄντα τὸν θεόν; Ὡς καὶ ὁ Παρμενίδης λέγει ἓν ὄν εἶναι αὐτὸν πάντοθεν εὐκύκλου σφαίρας ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλές, Τὸ γὰρ πέρας τινὸς μὲν ἀνάγκη ἴσως εἶναι, οὐ μέντοι πρός τί γε, οὐδὲ ἀνάγκη τὸ ἔχον πέρας πρός τι ἔχειν πέρας, ὡς πεπερασμένον πρὸς τὸ μὴ ἐφεξῆς ἀπείρου, ἀλλʼ ἐστὶ τὸ πεπεράνθαι ἔσχατα ἔχειν, ἔσχατα δʼ ἔχον οὐκ ἀνάγκη πρός τι ἔχειν.