Ancient Greek · ~2 min
ΠΕΡΙ ΓΟΡΓΙΟΥ., Chapter 5
Aristotle, Περὶ Ξενοφάνους, περὶ Ζήνωνος, περὶ Γοργίου 5.4
Not analysed yet
Εἰ δʼ ὅμως τὸ μὴ εἶναί ἐστι, τὸ εἶναι, φησίν, οὐκ ἔστι τὸ ἀντικείμενον. Εἰ γὰρ τὸ μὴ εἶναί ἐστι, τὸ εἶναι [ἢ] μὴ εἶναι προσήκει. Ὥστε οὐκ ἂν οὕτως, φησίν, οὐδὲν ἂν εἴη, εἰ μὴ ταὐτόν έστιν εἶναί τε καὶ μὴ εἶναι, Εἰ δὲ ταὐτό, καὶ οὕτως οὐκ ἂν εἴη οὐδέν· τό τε γὰρ μὴ ὄν οὐκ ἔστι καὶ τὸ ὅν, ἐπείπερ ταὐτὸ τῷ μὴ ὄντι. Οὗτος μὲν οὖν ὁ αὐτὸς λόγος ἐκείνου.