Ancient Greek · ~6 min
Book 1
Aristotle, Ἠθικὰ Εὐδήμεια 1.4
Not analysed yet
ἔσται δὲ φανερὰ τὰ πλεῖστα τῶν ἀμφισβητουμένων καὶ διαπορουμένων, ἂν καλῶς ὁρισθῇ τί χρὴ νομίζειν εἶναι τὴν εὐδαιμονίαν, πότερον ἐν τῷ ποιόν τινα μόνον εἶναι τὴν ψυχήν, καθάπερ τινὲς ᾠήθησαν τῶν σοφῶν καὶ πρεσβυτέρων, ἢ δεῖ μὲν καὶ ποιόν τινα ὑπάρχειν αὐτόν, μᾶλλον δὲ δεῖ τὰς πράξεις εἶναι ποιὰς τινάς. διῃρημένων δὲ τῶν βίων, καὶ τῶν μὲν οὐδʼ ἀμφισβητούντων τῆς τοιαύτης εὐημερίας, ἀλλʼ ὡς τῶν ἀναγκαίων χάριν σπουδαζομένων, οἷον τῶν περὶ τὰς τέχνας τὰς φορτικὰς καὶ τῶν περὶ χρηματισμὸν καὶ τὰς βαναύσους (λέγω δὲ φορτικὰς μὲν τὰς πρὸς δόξαν πραγματευομένας μόνον, βαναύσους δὲ τὰς ἑδραίας καὶ μισθαρνικάς, χρηματιστικὰς δὲ τὰς πρὸς ἀγορὰς μὲν καὶ πράσεις καπηλικάς), τῶν δʼ εἰς ἀγωγὴν εὐδαιμονικὴν ταττομένων τριῶν ὄντων, τῶν καὶ πρότερον ῥηθέντων ἀγαθῶν ὡς μεγίστων τοῖς ἀνθρώποις, ἀρετῆς καὶ φρονήσεως καὶ ἡδονῆς, τρεῖς ὁρῶμεν καὶ βίους ὄντας, οὓς οἱ ἐπʼ ἐξουσίας τυγχάνοντες προαιροῦνται ζῆν ἅπαντες, πολιτικὸν φιλόσοφον ἀπολαυστικόν. τούτων γὰρ ὁ μὲν φιλόσοφος βούλεται περὶ φρόνησιν εἶναι καὶ τὴν θεωρίαν τὴν περὶ τὴν ἀλήθειαν, ὁ δὲ πολιτικὸς περὶ τὰς πράξεις τὰς καλάς (αὗται δʼ εἰσὶν αἱ ἀπὸ τῆς ἀρετῆς), ὁ δʼ ἀπολαυστικὸς περὶ τὰς ἡδονὰς τὰς σωματικάς. διόπερ ἕτερος ἕτερον τὸν εὐδαίμονα προσαγορεύει, καθάπερ ἐλέχθη καὶ πρότερον. Ἀναξαγόρας μὲν ὁ Κλαζομένιος ἐρωτηθεὶς τίς ὁ εὐδαιμονέστατος, "οὐθεὶσ", εἶπεν, "ὧν σὺ νομίζεις· ἀλλʼ ἄτοπος ἄν τίς σοι φανείη"· τοῦτον δʼ ἀπεκρίνατο τὸν τρόπον ἐκεῖνος, ὁρῶν τὸν ἐρόμενον ἀδύνατον ὑπολαμβάνοντα μὴ μέγαν ὄντα καὶ καλὸν ἢ πλούσιον ταύτης τυγχάνειν τῆς προσηγορίας, αὐτὸς δʼ ἴσως ᾤετο τὸν ζῶντα ἀλύπως καὶ καθαρῶς πρὸς τὸ δίκαιον ἤ τινος θεωρίας κοινωνοῦντα θείας, τοῦτον ὡς ἄνθρωπον εἰπεῖν μακάριον εἶναι.