Ancient Greek · ~13 min
Book 2
Aristotle, Ἠθικὰ Εὐδήμεια 2.7.1
Not analysed yet
ληπτέον ἄρα τί τὸ ἑκούσιον καὶ τί τὸ ἀκούσιον, καὶ τί ἐστιν ἡ προαίρεσις, ἐπειδὴ ἡ ἀρετὴ καὶ ἡ κακία ὁρίζεται τούτοις. πρῶτον σκεπτέον τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον. τριῶν δὴ τούτων ἕν τι δόξειεν ἂν εἶναι, ἤτοι κατʼ ὄρεξιν ἢ κατὰ προαίρεσιν ἢ κατὰ διάνοιαν, τὸ μὲν ἑκούσιον κατὰ τούτων τι, τὸ δʼ ἀκούσιον παρὰ τούτων τι. ἀλλὰ μὴν ἡ ὄρεξις εἰς τρία διαιρεῖται, εἰς βούλησιν καὶ θυμὸν καὶ ἐπιθυμίαν· ὥστε ταῦτα διαιρετέον, καὶ πρῶτον κατʼ ἐπιθυμίαν. δόξειε δʼ ἂν πᾶν τὸ κατʼ ἐπιθυμίαν ἑκούσιον εἶναι. τὸ γὰρ ἀκούσιον πᾶν δοκεῖ εἶναι βίαιον, τὸ δὲ βίαιον λυπηρόν, καὶ πᾶν ὃ ἀναγκαζόμενοι ποιοῦσιν ἢ πάσχουσιν, ὥσπερ καὶ Εὔηνος φησί πᾶν γὰρ ἀναγκαῖον πρᾶγμʼ ἀνιαρὸν ἔφυ. Evenus of Paros =Theog. 472 ὥστʼ εἴ τι λυπηρόν, βίαιον, καὶ εἰ βίαιον, λυπηρόν. τὸ δὲ παρὰ τὴν ἐπιθυμίαν πᾶν λυπηρόν (ἡ γὰρ ἐπιθυμία τοῦ ἡδέοσ)̓, ὥστε βίαιον καὶ ἀκούσιον. τὸ ἄρα κατʼ ἐπιθυμίαν ἑκούσιον· ἐναντία γὰρ ταῦτʼ ἀλλήλοις. ἔτι ἡ μοχθηρία ἀδικώτερον πᾶσα ποιεῖ, ἡ δʼ ἀκρασία μοχθηρία δοκεῖ εἶναι, ὁ δʼ ἀκρατὴς ὁ κατὰ τὴν ἐπιθυμίαν παρὰ τὸν λογισμὸν οἷος πράττειν, ἀκρατεύεται δʼ ὅταν ἐνεργῇ κατʼ αὐτήν, τὸ δʼ ἀδικεῖν ἑκούσιον, ὥσθʼ ὁ ἀκρατὴς ἀδικήσει τῷ πράττειν κατʼ ἐπιθυμίαν· ἑκὼν ἄρα πράξει, καὶ ἑκούσιον τὸ κατʼ ἐπιθυμίαν· καὶ γὰρ ἄτοπον εἰ δικαιότεροι ἔσονται οἱ ἀκρατεῖς γινόμενοι. —ἐκ μὲν τοίνυν τούτων δόξειεν ἂν τὸ κατʼ ἐπιθυμίαν ἑκούσιον εἶναι, ἐκ δὲ τῶνδε τοὐναντίον. ἅπαν γὰρ ὃ ἑκών τις πράττει, βουλόμενος πράττει, καὶ ὃ βούλεται, ἑκών. βούλεται δʼ οὐθεὶς ὃ οἴεται εἶναι κακόν. ἀλλὰ μὴν ὁ ἀκρατευόμενος οὐχ ἃ βούλεται ποιεῖ· τὸ γὰρ παρʼ ὃ οἴεται βέλτιστον εἶναι πράττειν διʼ ἐπιθυμίαν ἀκρατεύεσθαι ἐστίν. ὥστε ἅμα συμβήσεται τὸν αὐτὸν ἑκόντα καὶ ἄκοντα πράττειν· τοῦτο δʼ ἀδύνατον. ἔτι δʼ ὁ ἐγκρατὴς δικαιοπραγήσει, καὶ μᾶλλον τῆς ἀκρασίας. ἡ γὰρ ἐγκράτεια ἀρετή, ἡ δʼ ἀρετὴ δικαιοτέρους ποιεῖ. ἐγκρατεύεται δʼ ὅταν πράττῃ παρὰ τὴν ἐπιθυμίαν κατὰ τὸν λογισμόν. ὥστʼ εἰ τὸ μὲν δικαιοπραγεῖν ἑκούσιον, ὥσπερ καὶ τὸ ἀδικεῖν (ἄμφω γὰρ δοκεῖ ταῦτα ἑκούσια εἶναι, καὶ ἀνάγκη, εἰ θάτερον ἑκούσιον, καὶ θάτερον), τὸ δὲ παρὰ τὴν ἐπιθυμίαν ἀκούσιον, ἅμα ἄρα ὁ αὐτὸς τὸ αὐτὸ πράξει ἑκὼν καὶ ἄκων. ὁ δʼ αὐτὸς λόγος καὶ περὶ θυμοῦ. ἀκρασία γὰρ καὶ ἐγκράτεια καὶ θυμοῦ δοκεῖ εἶναι, ὥσπερ καὶ ἐπιθυμίας· καὶ τὸ παρὰ τὸν θυμὸν λυπηρόν, καὶ βίαιον ἡ κάθεξις, ὥστʼ εἰ τὸ βίαιον ἀκούσιον, τὸ κατὰ τὸν θυμὸν ἑκούσιον ἂν εἴη πᾶν. ἔοικε δὲ καὶ Ἡράκλειτος λέγειν εἰς τὴν ἰσχὺν τοῦ θυμοῦ βλέψας ὅτι λυπηρὰ ἡ κώλυσις αὐτοῦ· "χαλεπὸν γάρ" φησι "θυμῷ μάχεσθαι· ψυχῆς γὰρ ὠνεῖται." εἰ δʼ ἀδύνατον τὸ αὐτὸν ἑκόντα καὶ ἄκοντα πράττειν ἅμα τὸ κατὰ τὸ αὐτὸ τοῦ πράγματος, μᾶλλον ἑκούσιον τὸ κατὰ βούλησιν τοῦ κατʼ ἐπιθυμίαν καὶ θυμόν. τεκμήριον δέ· πολλὰ γὰρ πράττομεν ἑκόντες ἄνευ ὀργῆς καὶ ἐπιθυμίας. λείπεται ἄρα, εἰ τὸ βουλόμενον καὶ ἑκούσιον ταὐτό, σκέψασθαι. φαίνεται δὲ καὶ τοῦτο ἀδύνατον. ὑπόκειται γὰρ ἡμῖν καὶ δοκεῖ ἡ μοχθηρία ἀδικωτέρους ποιεῖν, ἡ δʼ ἀκρασία μοχθηρία τις φαίνεται· συμβήσεται δὲ τοὐναντίον. βούλεται μὲν γὰρ οὐθεὶς ἃ οἴεται εἶναι κακά, πράττει δʼ ὅταν γίνηται ἀκρατής· εἰ οὖν τὸ μὲν ἀδικεῖν ἑκούσιον, τὸ δʼ ἑκούσιον τὸ κατὰ βούλησιν, ὅταν ἀκρατὴς γένηται, οὐκέτι ἀδικήσει, ἀλλʼ ἔσται δικαιότερος ἢ πρὶν γενέσθαι ἀκρατής. τοῦτο δʼ ἀδύνατον.