# Ἠθικὰ Εὐδήμεια 3.7.1

Aristotle, Ἠθικὰ Εὐδήμεια, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/text-8/3.7.1

σχεδὸν δὲ καὶ τῶν ἄλλων ἕκαστα τῶν περὶ τὸ ἦθος ἐπαινετῶν καὶ ψεκτῶν τὰ μὲν ὑπερβολαὶ τὰ δʼ ἐλλείψεις τὰ δὲ μεσότητές εἰσι παθητικαί. οἷον ὁ φθονερὸς καὶ ἐπιχαιρέκακος. καθʼ ἃς γὰρ ἕξεις λέγονται, ὁ μὲν φθόνος τὸ λυπεῖσθαι ἐπὶ τοῖς κατʼ ἀξίαν εὖ πράττουσιν ἐστίν, τὸ δὲ τοῦ ἐπιχαιρεκάκου πάθος ἐπὶ τὸ αὐτὸ ἀνώνυμον, ἀλλʼ ὁ ἔχων δῆλος, ἐπὶ τὸ χαίρειν ταῖς παρὰ τὴν ἀξίαν κακοπραγίαις. μέσος δὲ τούτων ὁ νεμεσητικός, καὶ ὃ ἐκάλουν οἱ ἀρχαῖοι τὴν νέμεσιν, τὸ λυπεῖσθαι μὲν ἐπὶ ταῖς παρὰ τὴν ἀξίαν κακοπραγίαις καὶ εὐπραγίαις, χαίρειν δʼ ἐπὶ ταῖς ἀξίαις· διὸ καὶ θεὸν οἴονται εἶναι τὴν νέμεσιν. αἰδὼς δὲ μεσότης ἀναισχυντίας καὶ καταπλήξεως· ὁ μὲν γὰρ μηδεμιᾶς φροντίζων δόξης ἀναίσχυντος, ὁ δὲ πάσης ὁμοίως καταπλήξ, ὁ δὲ τῆς τῶν φαινομένων ἐπιεικῶν αἰδήμων. φιλία δὲ μεσότης ἔχθρας καὶ κολακείας· ὁ μὲν γὰρ εὐχερῶς ἅπαντα πρὸς τὰς ἐπιθυμίας ὁμιλῶν κόλαξ, ὁ δὲ πρὸς ἁπάσας ἀντικρούων ἀπεχθητικός, ὁ δὲ μὴ πρὸς ἅπασαν ἡδονὴν μήτʼ ἀκολουθῶν μήτʼ ἀντιτείνων, ἀλλὰ πρὸς τὸ φαινόμενον βέλτιστον, φίλος. σεμνότης δὲ μεσότης αὐθαδείας καὶ ἀρεσκείας· ὁ μὲν γὰρ μηδὲν πρὸς ἕτερον ζῶν καταφρονητικὸς αὐθάδης, ὁ δὲ πάντα πρὸς ἄλλον ἢ καὶ πάντων ἐλάττων ἄρεσκος, ὁ δὲ τὰ μὲν τὰ δὲ μή, καὶ πρὸς τοὺς ἀξίους οὕτως ἔχων σεμνός. ὁ δὲ ἀληθὴς καὶ ἁπλοῦς, ὃν καλοῦσιν αὐθέκαστον, μέσος τοῦ εἴρωνος καὶ ἀλαζόνος. ὁ μὲν γὰρ ἐπὶ τὰ χείρω καθʼ αὑτοῦ ψευδόμενος μὴ ἀγνοῶν εἴρων, ὁ δʼ ἐπὶ τὰ βελτίω ἀλαζών, ὁ δʼ ὡς ἔχει, ἀληθὴς καὶ καθʼ Ὅμηρον πεπνυμένος· καὶ ὅλως ὃ μὲν φιλαλήθης, ὃ δὲ φιλοψευδής. ἔστι δὲ καὶ ἡ εὐτραπελία μεσότης, καὶ ὁ εὐτράπελος μέσος τοῦ ἀγροίκου καὶ δυστραπέλου καὶ τοῦ βωμολόχου. ὥσπερ γὰρ περὶ τροφὴν ὁ σικχὸς τοῦ παμφάγου διαφέρει τῷ ὃ μὲν μηθὲν ἢ ὀλίγα καὶ χαλεπῶς προσίεσθαι, ὃ δὲ πάντα εὐχερῶς, οὕτω καὶ ὁ ἄγροικος ἔχει πρὸς τὸν φορτικὸν καὶ βωμολόχον· ὃ μὲν γὰρ οὐθὲν γελοῖον ἀλλὰ χαλεπῶς προσίεται, ὃ δὲ πάντα εὐχερῶς καὶ ἡδέως. δεῖ δʼ οὐδέτερον, ἀλλὰ τὰ μὲν τὰ δὲ μή, καὶ κατὰ τὸν λόγον· οὗτος δʼ εὐτράπελος. ἡ δʼ ἀπόδειξις ἡ αὐτή· ἥ τε γὰρ εὐτραπελία ἡ τοιαύτη, καὶ μὴ ἣν μεταφέροντες λέγομεν, ἐπιεικεστάτη ἕξις, καὶ ἡ μεσότης ἐπαινετή, τὰ δʼ ἄκρα ψεκτά. οὔσης δὲ διττῆς τῆς εὐτραπελίας (ἣ μὲν γὰρ ἐν τῷ χαίρειν ἐστι τῷ γελοίῳ καὶ τῷ εἰς αὐτόν, ἐὰν ᾖ τοιονδί, ὧν ἓν καὶ τὸ σκῶμμα ἐστίν, ἣ δʼ ἐν τῷ δύνασθαι τοιαῦτα πορίζεσθαι), ἕτεραι μέν εἰσιν ἀλλήλων, ἀμφότεραι μέντοι μεσότητες. καὶ γὰρ τὸν δυνάμενον τοιαῦτα πορίζεσθαι ἐφʼ ὅσοις ἡσθήσεται ὁ εὖ κρίνων, κἂν εἰς αὐτὸν ᾖ τὸ γελοῖον, μέσος ἔσται τοῦ φορτικοῦ καὶ τοῦ ψυχροῦ. ὁ δʼ ὅρος οὗτος βελτίων ἢ τὸ μὴ λυπηρὸν εἶναι τὸ λεχθὲν τῷ σκωπτομένῳ ὄντι ὁποιῳοῦν· μᾶλλον γὰρ δεῖ τῷ ἐν μεσότητι ὄντι ἀρέσκειν· οὗτος γὰρ κρίνει εὖ. πᾶσαι δʼ αὗται αἱ μεσότητες ἐπαινεταὶ μέν, οὐκ εἰσὶ δʼ ἀρεταί, οὐδʼ αἱ ἐναντίαι κακίαι· ἄνευ προαιρέσεως γάρ. ταῦτα δὲ πάντʼ ἐστὶν ἐν ταῖς τῶν καθημάτων διαιρέσεσιν· ἕκαστον γὰρ αὐτῶν πάθος τι ἐστίν. διὰ δὲ τὸ φυσικὰ εἶναι εἰς τὰς φυσικὰς συμβάλλεται ἀρετάς· ἔστι γάρ, ὥσπερ λεχθήσεται ἐν τοῖς ὕστερον, ἑκάστη πως ἀρετὴ καὶ φύσει καὶ ἄλλως μετὰ φρονήσεως. ὁ μὲν οὖν φθόνος εἰς ἀδικίαν συμβάλλεται (πρὸς γὰρ ἄλλον αἱ πράξεις αἱ ἀπʼ αὐτοῦ) καὶ ἡ νέμεσις εἰς δικαιοσύνην, ἡ αἰδὼς εἰς σωφροσύνην, διὸ καὶ ὁρίζονται ἐν τῷ γένει τούτῳ τὴν σωφροσύνην· ὁ δʼ ἀληθὴς καὶ ψευδὴς ὃ μὲν ἔμφρων, ὃ δʼ ἄφρων. ἔστι δʼ ἐναντιώτερον τοῖς ἄκροις τὸ μέσον ἢ ἐκεῖνα ἀλλήλοις, διότι τὸ μὲν μετʼ οὐδετέρου γίνεται αὐτῶν, τὰ δὲ πολλάκις μετʼ ἀλλήλων καί εἰσιν ἐνίοτε οἱ αὐτοὶ θρασύδειλοι, καὶ τὰ μὲν ἄσωτοι τὰ δὲ ἀνελεύθεροι, καὶ ὅλως ἀνώμαλοι κακῶς. ὅταν μὲν γὰρ καλῶς ἀνώμαλοι ὦσιν, οἱ μέσοι γίγνονται· ἐν τῷ μέσῳ γὰρ ἐστί πως τὰ ἄκρα. αἱ δὲ ἐναντιώσεις οὐ δοκοῦσιν ὑπάρχειν τοῖς ἄκροις πρὸς τὸ μέσον ὁμοίως ἀμφότεραι, ἀλλʼ ὁτὲ μὲν καθʼ ὑπερβολὴν ὁτὲ δὲ κατʼ ἔλλειψιν. αἴτια δὲ τά τε πρῶτα ῥηθέντα δύο, ὀλιγότης τε, οἷον τῶν πρὸς τὰ ἡδέα ἀναισθήτων, καὶ ὅτι ἐφʼ ὃ ἁμαρτάνομεν μᾶλλον, τοῦτο ἐναντιώτερον εἶναι δοκεῖ· τὸ δὲ τρίτον, ὅτι τὸ ὁμοιότερον ἧττον ἐναντίον φαίνεται, οἷον πέπονθε τὸ θράσος πρὸς τὸ θάρσος καὶ ἀσωτία πρὸς ἐλευθεριότητα. περὶ μὲν οὖν τῶν ἄλλων ἀρετῶν τῶν ἐπαινετῶν εἴρηται σχεδόν· περὶ δὲ δικαιοσύνης ἤδη λεκτέον.

---

Aristotle, Ἠθικὰ Εὐδήμεια, ed. Franz Susemihl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg009.local001/.
