Ancient Greek · ~33 min
Book 7
Aristotle, Ἠθικὰ Εὐδήμεια 7.12.1
Not analysed yet
σκεπτέον δὲ καὶ περὶ αὐταρκείας καὶ φιλίας, πῶς ἔχουσι πρὸς τὰς ἀλλήλων δυνάμεις. ἀπορήσειε γὰρ ἄν τις πότερον, εἴ τις εἴη κατὰ πάντα αὐτάρκης, ἔσται τούτῳ φίλος. εἰ κατʼ ἔνδειαν ζητεῖται φίλος καὶ ἔσται ἀγαθὸς αὐταρκέστατος, εἰ ὁ μετʼ ἀρετῆς εὐδαίμων, τί ἂν δέοι φίλου; οὔτε γὰρ τῶν χρησίμων δεῖσθαι αὐτάρκους οὔτε τῶν εὐφρανούντων οὔτε τοῦ συζῆν· αὐτὸς γὰρ αὑτῷ ἱκανὸς συνεῖναι. μάλιστα δὲ τοῦτο φανερὸν ἐπὶ θεοῦ· δῆλον γὰρ ὡς οὐδενὸς προσδεόμενος οὐδὲ φίλου δεήσεται, οὐδʼ ἔσται αὐτῷ οὔτε μηθὲν δεσπότου. ὥστε καὶ ἄνθρωπος ὁ εὐδαιμονέστατος ἥκιστα δεήσεται φίλου, ἀλλʼ ἢ καθʼ ὅσον ἀδύνατον εἶναι αὐτάρκη. ἀνάγκη ἄρα ἐλαχίστους εἶναι φίλους τῷ ἄριστα ζῶντι, καὶ ἀεὶ ἐλάττους γίνεσθαι, καὶ μὴ σπουδάζειν ὅπως ὦσι φίλοι, ἀλλʼ ὀλιγωρεῖν μὴ μόνον τῶν χρησίμων, ἀλλὰ καὶ εἰς τὸ συζῆν αἱρετῶν. ἀλλὰ μὴν καὶ τότε φανερὸν ἂν εἶναι δόξειεν ὡς οὐ χρήσεως ἕνεκα ὁ φίλος οὐδʼ ὠφελείας, ἀλλὰ διʼ ἀρετὴν φίλος μόνος. ὅταν γὰρ μηθενὸς ἐνδεεῖς ὦμεν, τότε τοὺς συναπλαυσομένους ζητοῦσι πάντες, καὶ τοὺς εὖ πεισομένους μᾶλλον ἢ τοὺς ποιήσοντας. ἀμείνω δʼ ἔχομεν κρίσιν αὐτάρκεις ὄντες ἢ μετʼ ἐνδείας, ὅτε μάλιστα τῶν συζῆν ἀξίων δεόμεθα φίλων. περὶ δὲ τῆς ἀπορίας ταύτης σκεπτέον, μή ποτε τὸ μέν τι λέγεται καλῶς, τὸ δὲ λανθάνει διὰ τὴν παραβολήν. δῆλον δὲ λαβοῦσι τί τὸ ζῆν τὸ κατʼ ἐνέργειαν, καὶ ὡς τέλος. φανερὸν οὖν ὅτι τὸ αἰσθάνεσθαι καὶ τὸ γνωρίζειν, ὥστε καὶ τὸ συζῆν τὸ συναισθάνεσθαι καὶ τὸ συγγνωρίζειν ἐστίν. ἔστι δὲ τὸ αὑτοῦ αἰσθάνεσθαι καὶ τὸ αὑτὸν γνωρίζειν αἱρετώτατον ἑκάστῳ, καὶ διὰ τοῦτο τοῦ ζῆν πᾶσιν ἔμφυτος ἡ ὄρεξις· τὸ γὰρ ζῆν δεῖ τιθέναι γνῶσιν τινά. εἰ οὖν τις ἀποτέμοι καὶ ποιήσειε τὸ γινώσκειν αὐτὸ καθʼ αὑτὸ καὶ μὴ (ἀλλὰ τοῦτο μὲν λανθάνει, ὥσπερ ἐν τῷ λόγῳ γέγραπται, τῷ μέντοι πράγματι ἔστι μὴ λανθάνειν), οὐθὲν ἂν διαφέροι ἢ τὸ γινώσκειν ἄλλον ἀνθʼ αὑτοῦ· τὸ δʼ ὅμοιον τοῦ ζῆν ἀνθʼ αὑτοῦ ἄλλον. εὐλόγως δὴ τὸ ἑαυτοῦ αἰσθάνεσθαι καὶ γνωρίζειν αἱρετώτερον. δεῖ γὰρ ἅμα συνθεῖναι δύο ἐν τῷ λόγῳ, ὅτι τε τὸ ζῆν αἱρετόν, καὶ ὅτι τὸ ἀγαθόν, καὶ ἐκ τούτων ὅτι τὸ αὐτὸ τοῖς ὑπάρχειν τὴν τοιαύτην φύσιν. εἰ οὖν ἐστιν ἀεὶ τῆς τοιαύτης συστοιχίας ἡ ἑτέρα ἐν τῇ τοῦ αἱρετοῦ τάξει, καὶ τὸ γνωστὸν καὶ τὸ αἰσθητόν ἐστιν ὡς ὅλως εἰπεῖν τῷ κοινωνεῖν τῆς ὡρισμένης φύσεως· ὥστε τὸ αὑτοῦ βούλεσθαι αἰσθάνεσθαι τὸ αὑτὸν εἶναι τοιονδὶ βούλεσθαι ἐστίν. ἐπεὶ οὖν οὐ κατʼ αὐτούς ἐσμεν ἕκαστον τούτων, ἀλλὰ κατὰ μετάληψιν τῶν δυνάμεων ἐν τῷ αἰσθάνεσθαι ἢ γνωρίζειν (αἰσθανόμενος μὲν γὰρ αἰσθητὸς γίνεται ταύτῃ καὶ κατὰ τοῦτο, καθὰ πρότερον αἰσθάνεται, καὶ ᾗ καὶ οὗ, γνωστὸς δὲ γινώσκων)· ὥστε διὰ τοῦτο καὶ ζῆν ἀεὶ βούλεται, ὅτι βούλεται ἀεὶ γνωρίζειν, τοῦτο δὲ ὅτι αὐτὸς εἶναι τὸ γνωστόν. τὸ δὴ συζῆν αἱρεῖσθαι δόξειε μὲν ἂν εἶναι σκοπουμένοις πως εὔηθες (ἐπὶ τῶν κοινῶν πρῶτον καὶ τοῖς ἄλλοις ζῴοις, οἷον τοῦ συνεσθίειν ἢ τοῦ συμπίνειν· τί γὰρ διαφέρει τὸ πλησίον οὖσι ταῦτα συμβαίνειν ἢ χωρίς, ἂν ἀφέλῃς τὸν λόγον; ἀλλὰ μὴν καὶ τοῦ λόγου κοινωνεῖν τοῦ τυχόντος ἕτερον τοιοῦτον· ἅμα τε οὔτε διδάσκειν οὔτε μανθάνειν τοῖς αὐταρκέσι φίλοις οἷόν τε· μανθάνων μὲν γὰρ αὐτὸς οὐκ ἔχει ὡς δεῖ, διδάσκοντος δʼ ὁ φίλος, ἡ δʼ ὁμοιότης φιλία)· ἀλλὰ μὴν φαίνεταί γε, καὶ πάντες ἥδιον τῶν ἀγαθῶν μετὰ τῶν φίλων κοινωνοῦμεν, καθʼ ὅσον ἐπιβάλλει ἕκαστον καὶ οὗ δύναται ἀρίστου, ἀλλὰ τούτων τῷ μὲν ἡδονῆς σωματικῆς, τῷ δὲ θεωρίας μουσικῆς, τῷ δὲ φιλοσοφίας. καὶ τὸ ἅμα δεῖ εἶναι τῷ φίλῳ. διό φησι "μόχθος οἱ τηλοῦ φίλοι", ὥστʼ οὐ δεῖ γενέσθαι ἀπʼ ἀλλήλων τούτου γινομένου. ὅθεν καὶ ὁ ἔρως δοκεῖ φιλίᾳ ὅμοιον εἶναι· τοῦ γὰρ συζῆν ὀρέγεται ὁ ἐρῶν, ἀλλʼ οὐχ ᾗ μάλιστα δεῖ, ἀλλὰ κατʼ αἴσθησιν. ὁ μὲν τοίνυν λόγος ἐκεῖνά φησι διαπορῶν, τὸ δʼ ἔργον οὕτω φαίνεται γινόμενον, ὥστε δῆλον ὅτι παρακρούεταί πως ἡμᾶς ὁ διαπορῶν. σκεπτέον ἔνθεν τἀληθές. ὁ γὰρ φίλος βούλεται εἶναι, ὥσπερ ἡ παροιμία φησίν, ἄλλος Ἡρακλῆς, ἄλλος αὐτός. διέσπασται δὲ καὶ χαλεπὸν τὰ ἐφʼ ἑνὸς γενέσθαι· ἀλλὰ κατὰ μὲν τὴν φύσιν τὸ συγγενέστατον, κατὰ δὲ τὸ σῶμα ὅμοιος ἕτερος, ἄλλος δὲ κατὰ τὴν ψυχήν, καὶ τούτων κατὰ μόριον ἕτερος ἕτερον. ἀλλʼ οὐθέν τε ἧττον βούλεται ὥσπερ αὐτὸς διαιρετὸς εἶναι ὁ φίλος. τὸ οὖν τοῦ φίλου αἰσθάνεσθαι τὸ αὑτοῦ πως ἀνάγκη αἰσθάνεσθαι εἶναι, καὶ τὸ τὸν φίλον γνωρίζειν τὸ αὑτόν πως γνωρίζειν. ὥστε καὶ τὰ φορτικὰ μὲν συνήδεσθαι καὶ συζῆν τῷ φίλῳ ἡδὺ εὐλόγως (συμβαίνει γὰρ ἐκείνου ἅμα αἴσθησις ἀεί), μᾶλλον δὲ τὰς θειοτέρας ἡδονάς. αἴτιον δʼ ὅτι ἀεὶ ἥδιον ἑαυτὸν θεωρεῖν ἐν τῷ βελτίονι ἀγαθῷ. τοῦτο δʼ ἐστὶν ὁτὲ μὲν πάθος, ὁτὲ δὲ πρᾶξις, ὁτὲ δὲ ἕτερόν τι. εἰ δʼ αὐτὸν εὖ ζῆν, καὶ οὕτω καὶ τὸν φίλον, ἐν δὲ τῷ συζῆν συνεργεῖν, ἡ κοινωνία τῶν ἐν τέλει μάλιστά γε. διὸ δεῖ συνθεωρεῖν καὶ συνευωχεῖσθαι, οὐ τὰ διὰ τροφὴν καὶ τὰ ἀναγκαῖα· αἱ τοιαῦται ὁμιλίαι δοκοῦσιν εἶναι, ἀλλὰ ἀπολαύσεις. ἀλλʼ ἕκαστος οὗ δύναται τυγχάνειν τέλους, ἐν τούτῳ βούλεται συζῆν· εἰ δὲ μή, καὶ ποιεῖν εὖ καὶ πάσχειν ὑπὸ τῶν φίλων αἱροῦνται μάλιστα. ὅτι μὲν τοίνυν καὶ δεῖ συζῆν, καὶ ὅτι μάλιστα βούλονται πάντες, καὶ ὅτι ὁ εὐδαιμονέστατος καὶ ἄριστος μάλιστα τοιοῦτος, φανερόν· ὅτι δὲ κατὰ τὸν λόγον οὐκ ἐφαίνετο, καὶ τοῦτʼ εὐλόγως συνέβαινε λέγοντος ἀληθῆ. κατὰ τὴν σύνθεσιν γὰρ τῆς παραβολῆς ἀληθοῦς οὔσης ἡ λύσις οὐκ ἔστιν. ὅτι γὰρ ὁ θεὸς οὐ τοιοῦτος οἷος δεῖσθαι φίλου, καὶ τὸν ὅμοιον ἀξιοῦμεν. καίτοι κατὰ τοῦτον τὸν λόγον οὐδὲ νοήσει ὁ σπουδαῖος· οὐ γὰρ οὕτως ὁ θεὸς εὖ ἔχει, ἀλλὰ βέλτιον ἢ ὥστε ἄλλο τι νοεῖν παρʼ αὐτὸς αὑτόν. αἴτιον δʼ ὅτι ἡμῖν μὲν τὸ εὖ καθʼ ἕτερον, ἐκείνῳ δὲ αὐτὸς αὑτοῦ τὸ εὖ ἐστίν. καὶ τὸ ζητεῖν ἡμῖν καὶ εὔχεσθαι πολλοὺς φίλους, ἅμα δὲ λέγειν ὡς οὐθεὶς φίλος ᾧ πολλοὶ φίλοι, ἄμφω λέγεται ὀρθῶς. ἐνδεχομένου γὰρ πολλοῖς συζῆν ἅμα καὶ συναισθάνεσθαι ὡς πλείστοις αἱρετώτατον· ἐπεὶ δὲ χαλεπώτατον, ἐν ἐλάττοσιν ἀνάγκη τὴν ἐνέργειαν τῆς συναισθήσεως εἶναι, ὥστʼ οὐ μόνον χαλεπὸν τὸ πολλοὺς κτήσασθαι (πείρας γὰρ δεῖ), ἀλλὰ καὶ οὖσι χρήσασθαι. καὶ ὁτὲ μὲν ἀπεῖναι εὖ πράττοντα τὸν φιλούμενον βουλόμεθα, ὁτὲ δὲ μετέχειν τῶν αὐτῶν, καὶ τὸ ἅμα βούλεσθαι εἶναι φιλικόν. ἐνδεχομένου μὲν γὰρ ἅμα καὶ εὖ, τοῦτο πάντες αἱροῦνται· μὴ ἐνδεχομένου δέ, ἀλλʼ ὥσπερ τὸν Ἡρακλῆ ἴσως ἂν ἡ μήτηρ εἵλετο θεὸν εἶναι μᾶλλον ἢ μετʼ αὐτῆς ὄντα τῷ Εὐρυσθεῖ θητεύειν. ὁμοίως γὰρ ἂν εἴπειεν καὶ ὃν ὁ Λάκων ἔσκωψεν, ἐπεί τις ἐκέλευσεν αὐτὸν χειμαζόμενον ἐπικαλέσασθαι τοὺς Διοσκόρους. δοκεῖ δὲ τοῦ μὲν φιλοῦντος τὸ ἀπείργειν εἶναι τῆς συμμεθέξεως τῶν χαλεπῶν, τοῦ δὲ φιλουμένου τὸ βούλεσθαι συμμετέχειν, καὶ ταῦτα ἀμφότερα συμβαίνει εὐλόγως. δεῖ γὰρ τῷ φίλῳ μηθὲν εἶναι οὕτω λυπηρὸν ὡς μὴ ἰδεῖν τὸν φίλον· δοκεῖ δὲ δεῖν αἱρεῖσθαι μὴ τὸ αὑτοῦ. διὸ κωλύουσι συμμετέχειν· ἱκανοὶ γὰρ αὐτοὶ κακοπαθοῦντες, ἵνα μὴ φαίνωνται τὰ αὑτῶν σκοποῦντες καὶ αἱρεῖσθαι τὸ χαίρειν λυπουμένου τοῦ φίλου. ἔτι δὲ τὸ κουφότεροι εἶναι μὴ μόνοι φέροντες τὰ κακά. ἐπεὶ δʼ αἱρετὸν τό τʼ εὖ καὶ τὸ ἅμα, δῆλον ὅτι τὸ ἅμα εἶναι μετʼ ἐλάττονος ἀγαθοῦ αἱρετώτερόν πως ἢ χωρὶς μετὰ μείζονος. ἐπεὶ δὲ ἄδηλον τὸ πόσον δύναται τὸ ἅμα, ἤδη διαφέρονται καὶ οἴονται τὸ μετέχειν ἅμα πάντων φιλικόν, ὥσπερ συνδειπνεῖν ἅμα φασὶν ἥδιον ταὐτὰ ἔχοντας· οἳ δʼ ἂν μέντοι οὐ βούλονται. ἐπεὶ δʼ εἴ γέ τις ὑπερβολὰς ποιήσει, ὁμολογῶσιν ἅμα κακῶς πράττοντας σφόδρα ἢ εὖ σφόδρα χωρίς. παραπλήσιον δὲ τούτῳ καὶ περὶ τὰς ἀτυχίας. ὁτὲ μὲν γὰρ βουλόμεθα τοὺς φίλους ἀπεῖναι οὐδὲ λυπεῖν, ὅταν μηθὲν μέλλωσι ποιήσειν πλέον· ὁτὲ δὲ αὐτοὺς ἥδιστον παρεῖναι. τὸ δὲ τῆς ὑπεναντιώσεως ταύτης καὶ μάλʼ εὔλογον. διὰ γὰρ τὰ προειρημένα τοῦτο συμβαίνει, καὶ ὅτι μὲν τὸ λυπούμενον ἢ ἐν φαύλῃ ὄντα ἕξει τὸν φίλον θεωρεῖν φεύγομεν ἁπλῶς, ὥσπερ καὶ ἡμᾶς αὐτούς, τὸ δʼ ὁρᾶν τὸν φίλον ἡδύ, ὥσπερ ἄλλο τι τῶν ἡδίστων, διὰ τὴν εἰρημένην αἰτίαν, καὶ μὴ κάμνοντα, εἰ αὐτός· ὥστε ὁπότερον ἂν τούτων ᾖ μᾶλλον ἡδύ, ποιεῖ τὴν ῥοπὴν τοῦ βούλεσθαι παρεῖναι ἢ μή. καὶ τοῦτο ἐπὶ τῶν χειρόνων συμβαίνει καὶ διὰ τὴν αὐτὴν αἰτίαν γίνεσθαι· μάλιστα γὰρ φιλοτιμοῦνται τοὺς φίλους μὴ πράττειν εὖ μηδʼ εἶναι ἀνάγκαι αὐτοῖς κακῶς. διὸ ἐνίοτε τοὺς ἐρωμένους συναποτιννύασι. μᾶλλον γὰρ τοῦ οἰκείου αἰσθάνεσθαι κακοῦ, ὥσπερ ἂν εἰ καὶ μεμνημένος ὅτι ποτὲ εὖ ἔπραττε μᾶλλον, ἢ εἰ ᾤετο ἀεὶ κακῶς πράττειν.