Ancient Greek · ~58 min
Book 7
Aristotle, Ἠθικὰ Εὐδήμεια 7.2.1
Not analysed yet
ληπτέος δὴ τρόπος ὅστις ἡμῖν ἅμα τά τε δοκοῦντα περὶ τούτων μάλιστα ἀποδώσει, καὶ τὰς ἀπορίας λύσει καὶ τὰς ἐναντιώσεις. τοῦτο δʼ ἔσται, ἐὰν εὐλόγως φαίνηται τὰ ἐναντία δοκοῦντα· μάλιστα γὰρ ὁμολογούμενος ὁ τοιοῦτος ἔσται λόγος τοῖς φαινομένοις. συμβαίνει δὲ μένειν τὰς ἐναντιώσεις, ἐὰν ἔστι μὲν ὡς ἀληθὲς ᾖ τὸ λεγόμενον, ἔστι δʼ ὡς οὔ. ἔχει δʼ ἀπορίαν καὶ πότερον τὸ ἡδὺ ἢ τὸ ἀγαθόν ἐστι τὸ φιλούμενον. εἰ μὲν γὰρ φιλοῦμεν οὗ ἐπιθυμοῦμεν, καὶ μάλιστα ὁ ἔρως τοιοῦτον (οὐθεὶς γὰρ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ, Eur. Tro. 1051) ʼἡ δὲ ἐπιθυμία τοῦ ἡδέος, ταύτῃ μὲν τὸ φιλούμενον τὸ ἡδὺ, εἰ δὲ ὃ βουλόμεθα, τὸ ἀγαθόν· ἔστι δʼ ἕτερον τὸ ἡδὺ καὶ τὸ ἀγαθόν. περὶ δὴ τούτων καὶ τῶν ἄλλων τῶν συγγενῶν τούτοις πειρατέον διορίσαι, λαβοῦσιν ἀρχὴν τήνδε. τὸ γὰρ ὀρεκτὸν καὶ βουλητὸν ἢ τὸ ἀγαθὸν ἢ τὸ φαινόμενον ἀγαθόν. διὸ καὶ τὸ ἡδὺ ὀρεκτόν· φαινόμενον γάρ τι ἀγαθόν. τοῖς μὲν γὰρ δοκεῖ, τοῖς δὲ φαίνεται κἂν μὴ δοκῇ. οὐ γὰρ ἐν ταὐτῷ τῆς ψυχῆς ἡ φαντασία καὶ ἡ δόξα. ὅτι μέντοι φίλον καὶ τὸ ἀγαθὸν καὶ τὸ ἡδύ, δῆλον. τούτου δὲ διωρισμένου ληπτέον ὑπόθεσιν ἑτέραν. τῶν γὰρ ἀγαθῶν τὰ μὲν ἁπλῶς ἐστιν ἀγαθά, τὰ δὲ τινί, ἁπλῶς δὲ οὔ. καὶ τὰ αὐτὰ ἁπλῶς ἀγαθὰ καὶ ἁπλῶς ἡδέα. τὰ μὲν γὰρ τῷ ὑγιαίνοντί φαμεν σώματι συμφέροντα ἁπλῶς εἶναι σώματι ἀγαθά, τὰ δὲ τῷ κάμνοντι οὔ, οἷον φαρμακείας καὶ τομάς. ὁμοίως δὲ καὶ ἡδέα ἁπλῶς σώματι τὰ τῷ ὑγιαίνοντι καὶ ὁλοκλήρῳ, οἷον τὸ ἐν τῷ φωτὶ ὁρᾶν καὶ οὐ τὸ ἐν τῷ σκότει· καίτοι τῷ ὀφθαλμιῶντι ἐναντίως. καὶ οἶνος ἡδίων οὐχ ὁ τῷ διεφθαρμένῳ τὴν γλῶτταν ὑπὸ οἰνοφλυγίας, ἐπεὶ οὔτε ὄξος παρεγχέουσιν, ἀλλὰ τῇ ἀδιαφθόρῳ αἰσθήσει. ὁμοίως δὲ καὶ ἐπὶ ψυχῆς, καὶ οὐχ ἃ τοῖς παιδίοις καὶ τοῖς θηρίοις, ἀλλʼ ἃ τοῖς καθεστῶσιν. ἀμφοτέρων γοῦν μεμνημένοι ταῦθʼ αἱρούμεθα. ὡς δʼ ἔχει παιδίον καὶ θηρίον πρὸς ἄνθρωπον καθεστῶτα, οὕτως ἔχει ὁ φαῦλος καὶ ἄφρων πρὸς τὸν ἐπιεικῆ καὶ φρόνιμον. τούτοις δὲ ἡδέα τὰ κατὰ τὰς ἕξεις· ταῦτα δʼ ἐστὶ τὰ ἀγαθὰ καὶ τὰ καλά. ἐπεὶ οὖν τὰ ἀγαθὰ πλεοναχῶς (τὸ μὲν γὰρ τῷ τοιόνδʼ εἶναι λέγομεν ἀγαθόν, τὸ δὲ τῷ ὠφέλιμον καὶ χρήσιμον), ἔτι δὲ τὸ ἡδὺ τὸ μὲν ἁπλῶς καὶ ἀγαθὸν ἁπλῶς, τὸ δὲ τινὶ καὶ φαινόμενον ἀγαθόν· ὥσπερ καὶ ἐπὶ τῶν ἀψύχων διʼ ἕκαστον τούτων ἐνδέχεται ἡμᾶς αἱρεῖσθαί τι καὶ φιλεῖν, οὕτω καὶ ἄνθρωπον. τὸν μὲν γὰρ τῷ τοιόνδε καὶ διʼ ἀρετήν, τὸν δʼ ὅτι ὠφέλιμος καὶ χρήσιμος, τὸν δʼ ὅτι ἡδὺς καὶ διʼ ἡδονήν. φίλος δὴ γίνεται ὅταν φιλούμενος ἀντιφιλῇ, καὶ τοῦτο μὴ λανθάνῃ πως αὐτούς. ἀνάγκη ἄρα τρία φιλίας εἴδη εἶναι, καὶ μήτε καθʼ ἓν ἁπάσας μηδʼ ὡς εἴδη ἑνὸς γένους, μήτε πάμπαν λέγεσθαι ὁμωνύμως. πρὸς μίαν γάρ τινα λέγονται καὶ πρώτην, ὥσπερ τὸ ἰατρικόν. καὶ γὰρ ψυχὴν ἰατρικὴν καὶ σῶμα λέγομεν καὶ ὄργανον καὶ ἔργον, ἀλλὰ κυρίως τὸ πρῶτον. πρῶτον δʼ οὗ λόγος ἐν ἡμῖν ὑπάρχει. οἷον ὄργανον ἰατρικὸν, ᾧ ἂν ὁ ἰατρὸς χρήσαιτο· ἐν δὲ τῷ τοῦ ἰατροῦ λόγῳ οὐκ ἔστιν ὁ τοῦ ὀργάνου. ζητεῖται μὲν οὖν πανταχοῦ τὸ πρῶτον· διὰ δὲ τὸ καθόλου εἶναι πρῶτον λαμβάνουσιν καὶ πρῶτον καθόλου, τοῦτο δʼ ἐστὶ ψεῦδος. ὥστε καὶ περὶ τῆς φιλίας οὐ δύνανται πάντʼ ἀποδιδόναι τὰ φαινόμενα. οὐ γὰρ ἐφαρμόττοντος ἑνὸς λόγου οὐκ οἴονται τὰς ἄλλας φιλίας εἶναι· αἳ δʼ εἰσὶ μέν, ἀλλʼ οὐχ ὁμοίως εἰσίν· οἳ δʼ ὅταν ἡ πρώτη μὴ ἐφαρμόττῃ, ὡς οὖσαν καθόλου ἄν, εἴπερ ἦν πρώτη, οὐδʼ εἶναι φιλίας τὰς ἄλλας φασίν· ἔστι δὲ πολλὰ εἴδη φιλίας. τῶν γὰρ ῥηθέντων ἦν ἤδη, ἐπειδὴ διώρισται τριχῶς λέγεσθαι τὴν φιλίαν. ἣ μὲν γὰρ διώρισται διʼ ἀρετήν, ἣ δὲ διὰ τὸ χρήσιμον, ἣ δὲ διὰ τὸ ἡδύ. τούτων ἡ μὲν διὰ τὸ χρήσιμόν ἐστιν ἡ τῶν πλείστων φιλία (διὰ γὰρ τὸ χρήσιμοι εἶναι φιλοῦσιν ἀλλήλους, καὶ μέχρι τούτου, ὥσπερ ἡ παροιμία Γλαῦκʼ ἐπίκουρος ἀνὴρ τὸν σοφὸν φίλον ἔσκε μάχηται, οὐκέτι γιγνώσκουσιν Ἀθηναῖοι Μεγαρῆας, Fr. Eleg. Adespota 6 (Bergk)) ἡ δὲ διʼ ἡδονὴν τῶν νέων (τούτου γὰρ αἴσθησιν ἔχουσιν· διὸ εὐμετάβολος φιλία ἡ τῶν νέων· μεταβαλλόντων γὰρ τὰ ἤθη κατὰ τὰς ἡλικίας μεταβάλλει καὶ τὸ ἡδύ), ἡ δὲ κατʼ ἀρετὴν τῶν βελτίστων. φανερὸν δʼ ἐκ τούτων ὅτι ἡ πρώτη φιλία ἡ τῶν ἀγαθῶν ἐστιν ἀντιφιλία καὶ ἀντιπροαίρεσις πρὸς ἀλλήλους. φίλον μὲν γὰρ τὸ φιλούμενον τῷ φιλοῦντι, φίλος δὲ τῷ φιλουμένῳ καὶ ἀντιφιλῶν. αὕτη μὲν οὖν ἐν ἀνθρώποις μόνον ὑπάρχει φιλία (μόνον γὰρ αἰσθάνεται προαιρέσεως)· αἱ δʼ ἄλλαι καὶ ἐν τοῖς θηρίοις, καὶ τὸ χρήσιμον ἐπὶ μικρόν τι φαίνεται ἐνυπάρχον καὶ πρὸς ἄνθρωπον τοῖς ἡμέροις καὶ πρὸς ἄλληλα, οἷον τὸν τροχίλον φησὶν Ἡρόδοτος τῷ κροκοδείλῳ, καὶ ὡς οἱ μάντεις τὰς συνεδρείας καὶ διεδρείας λέγουσιν. καὶ οἱ φαῦλοι ἂν εἶεν φίλοι ἀλλήλοις καὶ διὰ τὸ χρήσιμον καὶ διὰ τὸ ἡδύ. οἳ δʼ ὅτι ἡ πρώτη οὐχ ὑπάρχει αὐτοῖς, οὔ φασι φίλους εἶναι· ἀδικήσει γὰρ ὅ γε φαῦλος τὸν φαῦλον, οἱ δʼ ἀδικούμενοι οὐ φιλοῦσι σφᾶς αὐτούς. οἳ δὲ φιλοῦσι μέν, ἀλλʼ οὐ τὴν πρώτην φιλίαν, ἐπεὶ τάς γε ἑτέρας οὐθὲν κωλύει. διʼ ἡδονὴν γὰρ ὑπομένουσιν ἀλλήλους βλαπτόμενοι, ὡς ἂν ὦσιν ἀκρατεῖς· οὐ δοκοῦσι δʼ οὐδʼ οἱ διʼ ἡδονὴν φιλοῦντες ἀλλήλους φίλοι εἶναι, ὅταν κατʼ ἀκρίβειαν ζητῶσιν, ὅτι οὐχ ἡ πρώτη. ἐκείνη μὲν γὰρ βέβαιος, αὕτη δὲ ἀβέβαιος. ἣ δʼ ἐστὶ μέν, ὥσπερ εἴρηται, φιλία, οὐκ ἐκείνη δέ, ἀλλʼ ἀπʼ ἐκείνης. τὸ μὲν οὖν ἐκείνως μόνον λέγειν τὸν φίλον βιάζεσθαι τὰ φαινόμενα ἐστί, καὶ παράδοξα λέγειν ἀναγκαῖον· καθʼ ἕνα δὲ λόγον πάσας ἀδύνατον. λείπεται τοίνυν οὕτως, ὅτι ἔστι μὲν ὡς μόνη ἡ πρώτη φιλία, ἔστι δὲ ὡς πᾶσαι, οὔτε ὡς ὁμώνυμοι καὶ ὡς ἔτυχον ἔχουσαι πρὸς ἑαυτάς, οὔτε καθʼ ἓν εἶδος, ἀλλὰ μᾶλλον πρὸς ἕν. ἐπεὶ δʼ ἁπλῶς ἀγαθὸν καὶ ἁπλῶς ἡδὺ τὸ αὐτὸ καὶ ἅμα, ἂν μή τι ἐμποδίζῃ, ὁ δʼ ἀληθινὸς φίλος καὶ ἁπλῶς ὁ πρῶτος ἐστίν, ἔστι δὲ τοιοῦτος ὁ διʼ αὑτὸν αὐτὸς αἱρετός (ἀνάγκη δʼ εἶναι τοιοῦτον· ὡς γὰρ βούλεταί τις διʼ αὑτὸν εἶναι τἀγαθά, ἀνάγκη καὶ αὐτὸν αἱρεῖσθαι εἶναι), ὁ δʼ ἀληθινὸς φίλος καὶ ἡδύς ἐστιν ἁπλῶς· διὸ δοκεῖ καὶ ὁ ὁπωσοῦν φίλος ἡδύς. ἔτι δὲ διοριστέον περὶ τούτου μᾶλλον· ἔχει ἐπίστασιν, πότερον γὰρ τὸ αὐτῷ ἀγαθὸν ἢ τὸ ἁπλῶς ἀγαθὸν φίλον, καὶ πότερον τὸ κατʼ ἐνέργειαν φιλεῖν μεθʼ ἡδονῆς, ὥστε καὶ τὸ φιλητὸν ἡδύ, ἢ οὔ. ἄμφω γὰρ εἰς ταὐτὸ συνακτέον· τά τε γὰρ μὴ ἁπλῶς ἀγαθὰ ἀλλὰ κακὰ ἁπλῶς τύχῃ φευκτά· καὶ τὸ μὴ αὐτῷ ἀγαθὸν οὐθὲν πρὸς αὐτόν, ἀλλὰ τοῦτʼ ἐστιν ὃ ζητεῖται, τὰ ἁπλῶς ἀγαθὰ οὕτως εἶναι ἀγαθά. ἔστι γὰρ αἱρετὸν μὲν τὸ ἁπλῶς ἀγαθόν, αὐτῷ δὲ τὸ αὑτῷ ἀγαθόν· ἃ δεῖ συμφωνῆσαι. καὶ τοῦτο ἡ ἀρετὴ ποιεῖ· καὶ ἡ πολιτικὴ ἐπὶ τούτῳ, ὅπως οἷς μήπω ἐστὶ γένηται. εὐθέτως δὲ καὶ πρὸ ὁδοῦ ἄνθρωπος ὤν (φύσει γὰρ αὐτῷ ἀγαθὰ τὰ ἁπλῶς ἀγαθά), ὁμοίως δὲ καὶ ἀνὴρ ἀντὶ γυναικὸς καὶ εὐφυὴς ἀφυοῦς, διὰ τοῦ ἡδέος δὲ ἡ ὁδός· ἀνάγκη εἶναι τὰ καλὰ ἡδέα. ὅταν δὲ τοῦτο διαφωνῇ, οὔπω σπουδαῖον τελέως· ἐνδέχεται γὰρ ἐγγενέσθαι ἀκρασίαν· τῷ γὰρ διαφωνεῖν τἀγαθὸν τῷ ἡδεῖ ἐν τοῖς πάθεσιν ἀκρασία ἐστίν. ὥστʼ ἐπειδὴ ἡ πρώτη φιλία κατʼ ἀρετήν, ἔσονται καὶ αὐτοὶ ἁπλῶς ἀγαθοί. τοῦτο δʼ οὐχ ὅτι χρήσιμοι, ἀλλʼ ἄλλον τρόπον· διχῶς γὰρ ἔχει τὸ τῳδὶ ἀγαθὸν καὶ ἁπλῶς ἀγαθόν. καὶ ὁμοίως ὥσπερ ἐπὶ τοῦ ὠφελίμου, καὶ ἐπὶ τῶν ἕξεων. ἄλλο γὰρ τὸ ἁπλῶς ὠφέλιμον καὶ τὸ καλὸν τοιοῦτον γυμνάζεσθαι πρὸς τὸ φαρμακεύεσθαι. ὥστε καὶ ἡ ἕξις ἡ ἀνθρώπου ἀρετή. ἔστω γὰρ ὁ ἄνθρωπος τῶν φύσει σπουδαίων· ἡ γὰρ τοῦ φύσει σπουδαίου ἀρετὴ ἁπλῶς ἀγαθόν, ἡ δὲ τοῦ μὴ ἐκείνῳ. ὁμοίως δὴ ἔχει καὶ τὸ ἡδύ. ἐνταῦθα γὰρ ἐπιστατέον, καὶ σκεπτέον πότερόν ἐστιν ἄνευ ἡδονῆς φιλία, καὶ τί διαφέρει, καὶ ἐν ποτέρῳ ποτʼ ἐστὶ τὸ φιλεῖν, πότερον ὅτι ἀγαθός, κἂν εἰ μὴ ἡδύς, ἀλλʼ οὐ διὰ τοῦτο, διχῶς δὴ λεγομένου τοῦ φιλεῖν, πότερον ὅτι ἀγαθὸν τὸ κατʼ ἐνέργειαν οὐκ ἄνευ ἡδονῆς φαίνεται. δῆλον δʼ ὅτι ὥσπερ ἐπὶ τῆς ἐπιστήμης αἱ πρόσφατοι θεωρίαι καὶ μαθήσεις αἰσθηταὶ μάλιστα τῷ ἡδεῖ, οὕτω καὶ αἱ τῶν συνήθων ἀναγνωρίσεις, καὶ ὁ λόγος ὁ αὐτὸς ἐπʼ ἀμφοῖν. φύσει γοῦν τὸ ἁπλῶς ἀγαθὸν ἡδὺ ἁπλῶς, καὶ οἷς ἀγαθόν, τούτοις ἡδύ. διὸ εὐθὺς τὰ ὅμοια ἀλλήλοις χαίρει, καὶ ἀνθρώπῳ ἥδιστον ἄνθρωπος. ὥστʼ ἐπεὶ καὶ ἀτελεῖ, δῆλον ὅτι καὶ τελειωθέντι· ὁ δὲ σπουδαῖος τέλειος. εἰ δὲ τὸ κατʼ ἐνέργειαν φιλεῖν μεθʼ ἡδονῆς ἀντιπροαίρεσις τῆς ἀλλήλων γνωρίσεως, δῆλον ὅτι καὶ ὅλως ἡ φιλία ἡ πρώτη ἀντιπροαίρεσις τῶν ἁπλῶς ἀγαθῶν καὶ ἡδέων, ὅτι ἀγαθὰ καὶ ἡδέα. ἔστι δʼ αὕτη ἡ φιλία ἕξις ἀφʼ ἧς ἡ τοιαύτη προαίρεσις. τὸ γὰρ ἔργον αὐτῆς ἐνέργεια, αὕτη δʼ οὐκ ἔξω, ἀλλʼ ἐν αὐτῷ τῷ φιλοῦντι, δυνάμεως δὲ πάσης ἔξω· ἢ γὰρ ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον. διὸ τὸ φιλεῖν χαίρειν, ἀλλʼ οὐ τὸ φιλεῖσθαι ἐστίν. τὸ μὲν γὰρ φιλεῖσθαι φιλητοῦ ἐνέργεια, τὸ δὲ καὶ φιλίας, καὶ τὸ μὲν ἐν ἐμψύχῳ, τὸ δὲ καὶ ἐν ἀψύχῳ· φιλεῖται γὰρ καὶ τὰ ἄψυχα. ἐπεὶ δὲ τὸ φιλεῖν τὸ κατʼ ἐνέργειαν τὸ φιλούμενον ἐστὶ χρῆσθαι ᾗ φιλούμενον, ὁ δὲ φίλος φιλούμενον τῷ φίλῳ ᾗ φίλος, ἀλλὰ μὴ ᾗ μουσικὸς ἢ ᾗ ἰατρικός· ἡδονὴ τοίνυν ἡ ἀπʼ αὐτοῦ, ᾗ αὐτός, αὕτη φιλική. αὐτὸν γὰρ φιλεῖ, οὐχ ὅτι ἄλλος. ὥστʼ ἂν μὴ χαίρῃ ᾗ ἀγαθός, οὐχ ἡ πρώτη φιλία. οὐδὲ δεῖ ἐμποδίζειν οὐθὲν τῶν συμβεβηκότων μᾶλλον ἢ τὸ ἀγαθὸν εὐφραίνειν. τί γὰρ σφόδρα δυσώδης λείπεται; ἀγαπᾶται γὰρ τῷ εὐνοεῖν, συζῇ δὲ μή. αὕτη μὲν οὖν ἡ πρώτη φιλία, ἣν πάντες ὁμολογοῦσιν· αἱ δʼ ἄλλαι διʼ αὐτὴν καὶ δοκοῦσι καὶ ἀμφισβητοῦνται. βέβαιον γάρ τι δοκεῖ ἡ φιλία· μόνη δʼ αὕτη βέβαιος. τὸ γὰρ κεκριμένον βέβαιον, τὰ δὲ μὴ ταχὺ γινόμενα μηδὲ ῥᾳδίως ποιεῖ τὴν κρίσιν ὀρθήν. οὐκ ἔστι δʼ ἄνευ πίστεως φιλία βέβαιος· ἡ δὲ πίστις οὐκ ἄνευ χρόνου. δεῖ γὰρ πεῖραν λαβεῖν, ὥσπερ λέγει καὶ Θέογνις· οὐ γὰρ ἂν εἰδείης ἀνδρὸς νόον οὐδὲ γυναικός, πρὶν πειραθείης ὥσπερ ὑποζυγίου. Theog. 125f. οὐδʼ ἄνευ χρόνου φίλος, ἀλλὰ βούλονται φίλοι, καὶ μάλιστα λανθάνει ἡ τοιαύτη ἕξις ὡς φιλία. ὅταν γὰρ προθύμως ἔχωσι φίλοι εἶναι, διὰ τὸ πάνθʼ ὑπηρετεῖν τὰ φιλικὰ ἀλλήλοις, οἴονται οὐ βούλεσθαι φίλοι, ἀλλʼ εἶναι φίλοι. τὸ δʼ ὥσπερ ἐπὶ τῶν ἄλλων συμβαίνει καὶ ἐπὶ τῆς φιλίας· οὐ γὰρ εἰ βούλονται ὑγιαίνειν, ὑγιαίνουσιν, ὥστʼ οὐδʼ εἰ φίλοι βούλονται, ἤδη καὶ φίλοι εἰσίν. σημεῖον δέ· εὐδιάβλητοι γὰρ οἱ διακείμενοι ἄνευ πείρας τοῦτον τὸν τρόπον· περὶ ὧν μὲν γὰρ πεῖραν δεδώκασιν ἀλλήλοις, οὐκ εὐδιάβλητοι, περὶ ὧν δὲ μή, πεισθεῖεν ἂν ὅταν σύμβολα λέγωσιν οἱ διαβάλλοντες. ἅμα δὲ φανερὸν ὅτι οὐδʼ ἐν τοῖς φαύλοις αὕτη ἡ φιλία· ἄπιστος γὰρ ὁ φαῦλος καὶ κακοήθης πρὸς πάντας· αὑτῷ γὰρ μετρεῖ τοὺς ἄλλους. διὸ εὐεξαπατητότεροί εἰσιν οἱ ἀγαθοί, ἂν μὴ διὰ πεῖραν ἀπιστῶσιν. οἱ δὲ φαῦλοι αἱροῦνται τὰ φύσει ἀγαθὰ ἀντὶ τοῦ φίλου, καὶ οὐθεὶς φιλεῖ μᾶλλον ἄνθρωπον ἢ πράγματα. ὥστʼ οὐ φίλοι. οὐ γὰρ γίνεται οὕτω κοινὰ τὰ φίλων· προσνέμεται γὰρ ὁ φίλος τοῖς πράγμασιν, οὐ τὰ πράγματα τοῖς φίλοις. οὐ γίνεται ἄρʼ ἡ φιλία ἡ πρώτη ἐν πολλοῖς, ὅτι χαλεπὸν πολλῶν πεῖραν λαβεῖν· ἑκάστῳ γὰρ ἂν ἔδει συζῆσαι. οὐδὲ δὴ αἱρετέον ὁμοίως περὶ ἱματίου καὶ φίλου· καίτοι ἐν πᾶσι δοκεῖ τοῦ νοῦν ἔχοντος δυοῖν τὸ βέλτιον αἱρεῖσθαι, καὶ εἰ μὲν τῷ χείρονι πάλαι ἐχρῆτο, τῷ βελτίονι δὲ μηδέπω, τοῦθʼ αἱρετέον, ἀλλʼ οὐκ ἀντὶ τοῦ πάλαι φίλου τὸν ἀγνῶτα εἰ βελτίων· οὐ γάρ ἐστιν ἄνευ πείρας οὐδὲ μιᾶς ἡμέρας ὁ φίλος, ἀλλὰ χρόνου δεῖ. διὸ εἰς παροιμίαν ἐλήλυθεν ὁ μέδιμνος τῶν ἁλῶν· ἅμα δὲ δεῖ μὴ μόνον ἁπλῶς ἀγαθὸν εἶναι, ἀλλὰ καὶ σοί, εἰ δὴ φίλος ἔσται σοὶ φίλος. ἀγαθὸς μὲν γὰρ ἁπλῶς ἐστι τῷ ἀγαθὸς εἶναι, φίλος δὲ τῷ ἄλλῳ ἀγαθός, ἁπλῶς δʼ ἀγαθὸς καὶ φίλος, ὅταν συμφωνήσῃ ταῦτʼ ἄμφω, ὥστε ὅ ἐστιν ἁπλῶς ἀγαθόν, τὸ τούτου ἄλλῳ, εἰ καὶ μὴ ἁπλῶς μὲν σπουδαίῳ, ἄλλῳ δʼ ἀγαθός, ὅτι χρήσιμος. τὸ δὲ πολλοῖς ἅμα εἶναι φίλον καὶ τὸ φιλεῖν κωλύει· οὐ γὰρ οἷόν τε ἅμα πρὸς πολλοὺς ἐνεργεῖν. ἐκ δὴ τούτων φανερὸν ὅτι ὀρθῶς λέγεται ὅτι ἡ φιλία τῶν βεβαίων, ὥσπερ ἡ εὐδαιμονία τῶν αὐτάρκων. καὶ ὀρθῶς εἴρηται ἡ γὰρ φύσις βέβαιον, οὐ τὰ χρήματα. Eur. El. 941 πολὺ δὲ κάλλιον εἰπεῖν ὅτι ἡ ἀρετὴ τῆς φύσεως, καὶ ὅτι χρόνος λέγεται δεικνύναι τὸν φιλούμενον, καὶ αἱ ἀτυχίαι μᾶλλον τῶν εὐτυχιῶν. τότε γὰρ δῆλον ὅτι κοινὰ τὰ τῶν φίλων (οὗτοι γὰρ μόνοι ἀντὶ τῶν φύσει ἀγαθῶν καὶ φύσει κακῶν, περὶ ἃ αἱ εὐτυχίαι καὶ αἱ δυστυχίαι, αἱροῦνται μᾶλλον ἄνθρωπον ἢ τούτων τὰ μὲν εἶναι τὰ δὲ μὴ εἶναι)· ἡ δʼ ἀτυχία δηλοῖ τοὺς μὴ ὄντως ὄντας φίλους, ἀλλὰ διὰ τὸ χρήσιμον τυχόντας. ὁ δὲ χρόνος δηλοῖ ἀμφοτέρους· οὐδὲ γὰρ ὁ χρήσιμος ταχὺ δῆλος, ἀλλʼ ὁ ἡδὺς μᾶλλον. πλὴν οὐδʼ ὁ ἁπλῶς ἡδὺς ταχύ. ὅμοιοι γὰρ οἱ ἄνθρωποι τοῖς οἴνοις καὶ ἐδέσμασιν· ἐκείνων τε γὰρ τὸ μὲν ἡδὺ ταχὺ δηλοῖ, πλείω δὲ χρόνον γινόμενον ἀηδὲς καὶ οὐ γλυκύ, καὶ ἐπὶ τῶν ἀνθρώπων ὁμοίως. ἔστι γὰρ καὶ τὸ ἁπλῶς ἡδὺ τῷ τέλει ὁριστέον καὶ τῷ χρόνῳ. ὁμολογήσαιεν δʼ ἂν καὶ οἱ πολλοί, ὅτι ἐκ τῶν ἀποβαινόντων μόνον, ἀλλʼ ὥσπερ ἐπὶ τοῦ πόματος καλοῦσι γλύκιον· τοῦτο γὰρ διὰ τὸ ἀποβαῖνον οὐχ ἡδύ, ἀλλὰ διὰ τὸ μὴ συνεχές, ἀλλὰ τὸ πρῶτον ἐξαπατᾷ. ἡ μὲν οὖν πρώτη φιλία, καὶ διʼ ἣν αἱ ἄλλαι λέγονται, ἡ κατʼ ἀρετὴν ἐστί, καὶ διʼ ἡδονὴν τὴν ἀρετῆς, ὥσπερ εἴρηται πρότερον· αἱ δʼ ἄλλαι ἐγγίνονται φιλίαι καὶ ἐν παισὶ καὶ θηρίοις καὶ τοῖς φαύλοις. ὅθεν λέγεται, ἥλιξ ἥλικα τέρπει καὶ κακὸς κακῷ δὲ συντέτηκεν ἡδονῇ. Eur. Fr. 298 Bellerophontes ἐνδέχεται γὰρ καὶ ἡδεῖς ἀλλήλοις εἶναι τοὺς φαύλους, οὐχ ᾗ φαῦλοι ἢ μηδέτεροι, ἀλλʼ οἷον ᾠδικοὶ ἄμφω, ἢ ὃ μὲν φιλῳδὸς ὁ δʼ ᾠδικὸς ἐστίν, καὶ ᾗ πάντες ἔχουσιν ἀγαθὸν καὶ ταύτῃ συναρμόττουσιν ἀλλήλοις· ἔτι χρήσιμοι ἂν εἶεν ἀλλήλοις καὶ ὠφέλιμοι, οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὴν προαίρεσιν, ἢ ᾗ οὐδέτεροι. ἐνδέχεται δὲ καὶ τὸν ἐπιεικῆ φαύλῳ εἶναι φίλον. καὶ γὰρ χρήσιμος ἂν εἴη πρὸς τὴν προαίρεσιν, ὁ μὲν φαῦλος πρὸς τὴν ὑπάρχουσαν τῷ σπουδαίῳ, ὃ δὲ τῷ μὲν ἀκρατεῖ πρὸς τὴν ὑπάρχουσαν, τῷ δὲ φαύλῳ πρὸς τὴν κατὰ φύσιν· καὶ βουλήσεται τὰ ἀγαθά, ἁπλῶς μὲν τὰ ἁπλῶς, τὰ δʼ ἐκείνῳ ἐξ ὑποθέσεως, ᾗ πενία συμφέρει ἢ νόσος, καὶ ταῦτα τῶν ἁπλῶς ἀγαθῶν ἕνεκα, ὥσπερ καὶ αὐτὸ τὸ φάρμακον πιεῖν· οὐ γὰρ βούλεται, ἀλλὰ τοῦδʼ ἕνεκα βούλεται. ἔτι καθʼ οὓς τρόπους καὶ ἀλλήλοις οἱ μὴ σπουδαῖοι εἶεν ἂν φίλοι. εἴη γὰρ ἂν ἡδὺς οὐχ ᾗ φαῦλος, ἀλλʼ ᾗ τῶν κοινῶν τινος μετέχει, οἷον εἰ μουσικός. ἔτι ᾗ ἔνι τι πᾶσιν ἐπιεικές· διὸ ἔνιοι ὁμιλητικοὶ εἶεν ἂν καὶ σπουδαίῳ. ἢ ᾗ προσαρμόττουσιν ἑκάστῳ· ἔχουσι γάρ τι πάντες τοῦ ἀγαθοῦ.