Ancient Greek · ~31 min
Book 8
Aristotle, Ἠθικὰ Εὐδήμεια 8.2.1
Not analysed yet
ἐπεὶ δʼ οὐ μόνον ἡ φρόνησις ποιεῖ τὴν εὐπραγίαν καὶ ἀρετή, ἀλλὰ φαμὲν καὶ τοὺς εὐτυχεῖς εὖ πράττειν ὡς καὶ τῆς εὐτυχίας ποιούσης εὐπραγίαν καὶ τὰ αὐτὰ τῆς ἐπιστήμης, σκεπτέον ἆρʼ ἐστι φύσει ὃ μὲν εὐτυχὴς ὃ δʼ ἀτυχής, ἢ οὔ, καὶ πῶς ἔχει περὶ τούτων. ὅτι μὲν γάρ εἰσί τινες εὐτυχεῖς ὁρῶμεν. ἄφρονες γὰρ ὄντες κατορθοῦσι πολλά, ἐν οἷς ἡ τύχη κυρία· ἔτι δὲ καὶ ἐν οἷς τέχνη ἐστί, πολὺ μέντοι καὶ τύχης ἐνυπάρχει, οἷον ἐν στρατηγίᾳ καὶ κυβερνητικῇ. πότερον οὖν ἀπό τινος ἕξεως οὗτοί εἰσιν, ἢ οὐ τῷ αὐτοὶ ποιοί τινες εἶναι πρακτικοί εἰσι τῶν εὐτυχημάτων; νῦν μὲν γὰρ οὕτως οἴονται ὡς φύσει τινῶν ὄντων· ἡ δὲ φύσις ποιούς τινας ποιεῖ, καὶ εὐθὺς ἐκ γενετῆς διαφέρουσιν, ὥσπερ οἳ μὲν γλαυκοὶ οἳ δὲ μελανόμματοι τῷ τὸ δεῖν τοιονδὶ κατὰ τὸ εἶναι τοιονδὶ ἔχειν, οὕτω καὶ οἱ εὐτυχεῖς καὶ ἀτυχεῖς. ὅτι μὲν γὰρ οὐ φρονήσει κατορθοῦσι, δῆλον. οὐ γὰρ ἄλογος φρόνησις, ἀλλʼ ἔχει λόγον διὰ τί οὕτως πράττει, οἳ δʼ οὐκ ἂν ἔχοιεν εἰπεῖν διὰ τί κατορθοῦσι (τέχνη γὰρ ἂν ἦν)· ἔτι δὲ φανερὸν ὅτι ὄντες ἄφρονες, οὐχ ὅτι περὶ ἄλλα (τοῦτο μὲν γὰρ οὐθὲν ἄτοπον· οἷον Ἱπποκράτης γεωμετρικὸς ὤν, ἀλλὰ περὶ τὰ ἄλλα ἐδόκει βλὰξ καὶ ἄφρων εἶναι, καὶ πολὺ χρυσίον πλέων ἀπώλεσεν ὑπὸ τῶν ἐν Βυζαντίῳ πεντηκοστολόγων διʼ εὐήθειαν, ὡς λέγουσιν) ἀλλʼ ὅτι καὶ ἐν οἷς εὐτυχοῦσιν ἄφρονες. περὶ γὰρ ναυκληρίαν οὐχ οἱ δεινότατοι εὐτυχεῖς, ἀλλʼ ὥσπερ ἐν κύβων πτώσει ὃ μὲν οὐδέν, ἄλλος δὲ βάλλει πολὺ καθʼ ἣν φύσει ἐστὶν εὐτυχής, ἢ τῷ φιλεῖσθαι, ὥσπερ φασίν, ὑπὸ θεοῦ, καὶ ἔξωθέν τι εἶναι τὸ κατορθοῦν. οἷον πλοῖον κακῶς νεναυπηγημένον ἄμεινον πολλάκις πλεῖ, ἀλλʼ οὐ διʼ αὑτό, ἀλλʼ ὅτι ἔχει κυβερνήτην ἀγαθόν, οὗτος εὐτυχὴς τὸν δαίμονʼ ἔχει κυβερνήτην ἀγαθόν. ἀλλʼ ἄτοπον θεὸν ἢ δαίμονα φιλεῖν τὸν τοιοῦτον, ἀλλὰ μὴ τὸν βέλτιστον καὶ τὸν φρονιμώτατον. εἰ δὴ ἀνάγκη ἢ φύσει ἢ νόῳ ἢ ἐπιτροπίᾳ τινὶ κατορθοῦν, τὰ δὲ δύο μὴ ἐστί, φύσει ἂν εἶεν οἱ εὐτυχεῖς. ἀλλὰ μὴν ἥ γε φύσις αἰτία ἢ τοῦ ἀεὶ ὡσαύτως ἢ τοῦ ὡς ἐπὶ τὸ πολύ, ἡ δὲ τύχη τοὐναντίον. εἰ μὲν οὖν τὸ παραλόγως ἐπιτυγχάνειν τύχης δοκεῖ εἶναι, ἀλλʼ εἴπερ διὰ τύχην εὐτυχής, οὐκ ἂν τοιοῦτον εἶναι τὸ αἴτιον, οἷον ἀεὶ τοῦ αὐτοῦ ἢ ὡς ἐπὶ τὸ πολύ. ἔτι εἰ, ὅτι τοιοσδί, ἐπιτυγχάνει ἢ ἀποτυγχάνει, ὥσπερ, ὅτι γλαυκός, οὐκ ὀξὺ ὁρᾷ, οὐ τύχη αἰτία ἀλλὰ φύσις· οὐκ ἄρα ἐστὶν εὐτυχὴς ἀλλʼ οἷον εὐφυής. ὥστε τοῦτʼ ἂν εἴη λεκτέον, ὅτι οὓς λέγομεν εὐτυχεῖς, οὐ διὰ τύχην εἰσίν. οὐκ ἄρα εἰσὶν εὐτυχεῖς· τύχης γάρ, ὅσων αἰτία τύχη ἀγαθὴ ἀγαθῶν. εἰ δʼ οὕτως, πότερον οὐκ ἔσται τύχη ὅλως, ἢ ἔσται μέν, ἀλλʼ οὐκ αἰτία; ἀλλʼ ἀνάγκη καὶ εἶναι καὶ αἰτίαν εἶναι. ἔσται ἄρα καὶ ἀγαθῶν τισιν αἰτία ἢ κακῶν. εἰ δʼ ὅλως ἐξαιρετέον καὶ οὐδὲν ἀπὸ τύχης φατέον γίνεσθαι, ἀλλʼ ἡμεῖς ἄλλης οὔσης αἰτίας διὰ τὸ μὴ ὁρᾶν τύχην εἶναί φαμεν αἰτίαν (διὸ καὶ ὁριζόμενοι τὴν τύχην τιθέασιν αἰτίαν ἄλογον ἀνθρωπίνῳ λογισμῷ, ὡς οὔσης τινὸς φύσεως)· τοῦτο μὲν οὖν ἄλλο πρόβλημʼ ἂν εἴη, ἐπεὶ δὲ ὁρῶμέν τινας ἅπαξ εὐτυχήσαντας, διὰ τί οὐ καὶ πάλιν ἄν; ἀλλὰ διὰ τὸ ἀποκατορθῶσαι ἕν, καὶ πάλιν. τὸ γὰρ αὐτὸ τοῦτʼ αἴτιον. οὐκ ἄρα ἔσται τύχης τοῦτο, ἀλλʼ ὅταν τὸ αὐτὸ ἀποβαίνῃ, ἀπείρων καὶ ἀορίστων, ἔσται μὲν τὸ ἀγαθὸν ἢ κακόν, ἐπιστήμη δʼ οὐκ ἔσται αὐτοῦ διʼ ἀπειρίαν, ἐπεὶ ἐμάνθανον ἄν τινες εὐτυχεῖν, ἢ καὶ πᾶσαι ἂν αἱ ἐπιστῆμαι, ὥσπερ ἔφη Σωκράτης, εὐτυχίαι ἦσαν. τί οὖν κωλύει συμβῆναί τινι ἐφεξῆς τὰ τοιαῦτα πολλάκις, οὐχ ὅτι οὕτως δεῖ, ἀλλʼ οἷον ἂν εἴη τὸ κύβους ἀεὶ μακαρίαν βάλλειν; τί δὲ δή; ἆρʼ οὐκ ἔνεισιν ὁρμαὶ ἐν τῇ ψυχῇ αἱ μὲν ἀπὸ λογισμοῦ, αἱ δὲ ἀπὸ ὀρέξεως ἀλόγου, καὶ πρότεραι αὗται; εἰ γάρ ἐστι φύσει ἡ διʼ ἐπιθυμίαν ἡδέος ὄρεξις, φύσει γε ἐπὶ τὸ ἀγαθὸν βαδίζοι ἂν πᾶν. εἰ δή τινές εἰσιν εὐφυεῖς ὥσπερ οἱ ἄδικοι οὐκ ἐπιστάμενοι ᾄδειν, οὕτως εὖ πεφύκασι καὶ ἄνευ λόγου ὁρμῶσιν, ἡ φύσις πέφυκε, καὶ ἐπιθυμοῦσι καὶ τούτου καὶ τότε καὶ οὕτως ὡς δεῖ καὶ οὗ δεῖ καὶ ὅτε, οὗτοι κατορθώσουσι, κἂν τύχωσιν ἄφρονες ὄντες καὶ ἄλογοι, ὥσπερ καὶ εὖ ἔσονται οὐ διδασκαλικοὶ ὄντες. οἱ δέ γε τοιοῦτοι εὐτυχεῖς, ὅσοι ἄνευ λόγου κατορθοῦσιν ὡς ἐπὶ τὸ πολύ. φύσει ἄρα οἱ εὐτυχεῖς εἶεν ἄν. ἢ πλεοναχῶς λέγεται ἡ εὐτυχία; τὰ μὲν γὰρ πράττεται ἀπὸ τῆς ὁρμῆς καὶ προελομένων πρᾶξαι, τὰ δʼ οὔ, ἀλλὰ τοὐναντίον. καὶ ἐν ἐκείνοις, ἐν οἷς κακῶς λογίσασθαι δοκοῦσι, κατορθοῦντας καὶ εὐτυχῆσαι φαμέν· καὶ πάλιν ἐν τούτοις, εἰ ἐβουλεύοντο ἂν ἢ ἔλαττον ἔλαβον τἀγαθόν. ἐκείνους μὲν τοίνυν εὐτυχεῖν διὰ φύσιν ἐνδέχεται (ἡ γὰρ ὁρμὴ καὶ ὄρεξις οὖσα οὗ ἔδει κατώρθωσεν, ὁ δὲ λογισμὸς ἦν ἠλίθιος· καὶ τοὺς μὲν ἐνταῦθα, ὅταν μὲν λογισμὸς μὴ δοκῶν ὀρθὸς εἶναι, τύχη δʼ αὐτοῦ αἰτία οὖσα, αὐτὴ ὀρθὴ οὖσα ἔσωσεν, ἀλλʼ ἐνίοτε διʼ ἐπιθυμίαν ἐλογίσατο πάλιν οὕτω καὶ ἠτύχησεν)· ἐν δὲ δὴ τοῖς ἑτέροις πῶς ἔσται ἡ εὐτυχία κατʼ εὐφυΐαν ὀρέξεως καὶ ἐπιθυμίας; ἀλλὰ μὴν ἡ ἐνταῦθα εὐτυχία καὶ τύχη διττή, κἀκεῖ ἡ αὐτή, ἢ πλείους αἱ εὐτυχίαι. ἐπεὶ δʼ ὁρῶμεν παρὰ πάσας τὰς ἐπιστήμας καὶ τοὺς λογισμοὺς τοὺς ὀρθοὺς εὐτυχοῦντας τινάς, δῆλον ὅτι ἕτερον ἄν τι εἴη τὸ αἴτιον τῆς εὐτυχίας. ἐκείνη δὲ πότερον εὐτυχία ἢ οὐκ ἔστιν, ἣ ἐπεθύμησεν ὧν ἔδει καὶ ὅτε ἔδει το λογισμὸς ἀνθρώπινος οὐκ ἂν τούτου εἴη. οὐ γὰρ δὴ πάμπαν ἀλόγιστον τοῦτο, οὐδὲ φυσική ἐστιν ἡ ἐπιθυμία, ἀλλὰ διαφθείρεται ὑπὸ τινός. εὐτυχεῖν μὲν οὖν δοκεῖ, ὅτι ἡ τύχη τῶν παρὰ λόγον αἰτία, τοῦτο δὲ παρὰ λόγον (παρὰ γὰρ τὴν ἐπιστήμην καὶ τὸ καθόλου)· ἀλλʼ, ὡς ἔοικεν, οὐκ ἀπὸ τύχης, ἀλλὰ δοκεῖ διὰ τοῦτο. ὥσθʼ οὗτος μὲν ὁ λόγος οὐ δείκνυσιν ὅτι φύσει εὐτυχεῖν, ἀλλʼ ὅτι οὐ πάντες οἱ δοκοῦντες εὐτυχεῖν διὰ τύχην κατορθοῦσιν, ἀλλὰ διὰ φύσιν· οὐδʼ ὅτι οὐδέν ἐστι τύχη αἰτία οὐθενὸς δείκνυσιν, ἀλλʼ οὐ τῶν πάντων ὧν δοκεῖ. τοῦτο μέντʼ ἂν ἀπορήσειέ τις, ἆρʼ αὐτοῦ τούτου τύχη αἰτία, τοῦ ἐπιθυμῆσαι οὗ δεῖ καὶ ὅτε δεῖ. ἢ οὕτως γε πάντων ἔσται; καὶ γὰρ τοῦ νοῆσαι καὶ βουλεύσασθαι· οὐ γὰρ δὴ ἐβουλεύσατο βουλευσάμενος, καὶ τοῦτʼ ἐβουλεύσατο, ἀλλʼ ἔστιν ἀρχή τις, οὐδʼ ἐνόησε νοήσας πρότερον ἢ νοῆσαι, καὶ τοῦτο εἰς ἄπειρον. οὐκ ἄρα τοῦ νοῆσαι ὁ νοῦς ἀρχή, οὐδὲ τοῦ βουλεύσασθαι βουλή. τί οὖν ἄλλο πλὴν τύχη; ὥστʼ ἀπὸ τύχης ἅπαντα ἔσται. ἢ ἔστι τις ἀρχὴ ἧς οὐκ ἔστιν ἄλλη ἔξω, αὕτη δὲ τοιαύτη τῷ εἶναι τὸ τοιοῦτο δύναται ποιεῖν; τὸ δὲ ζητούμενον τοῦτʼ ἐστί, τίς ἡ τῆς κινήσεως ἀρχὴ ἐν τῇ ψυχῇ. δῆλον δὴ ὥσπερ ἐν τῷ ὅλῳ θεός, κἀν ἐκείνῳ. κινεῖ γάρ πως πάντα τὸ ἐν ἡμῖν θεῖον· λόγου δʼ ἀρχὴ οὐ λόγος, ἀλλά τι κρεῖττον· τί οὖν ἂν κρεῖττον καὶ ἐπιστήμης εἴη καὶ νοῦ πλὴν θεός; ἡ γὰρ ἀρετὴ τοῦ νοῦ ὄργανον· καὶ διὰ τοῦτο, ὃ οἱ πάλαι ἔλεγον, εὐτυχεῖς καλοῦνται οἳ ἂν ὁρμήσωσι, κατορθοῦσιν ἄλογοι ὄντες, καὶ βουλεύεσθαι οὐ συμφέρει αὐτοῖς. ἔχουσι γὰρ ἀρχὴν τοιαύτην ἣ κρείττων τοῦ νοῦ καὶ τῆς βουλεύσεως ʽοἳ δὲ τὸν λόγον· τοῦτο δʼ οὐκ ἔχουσἰ καὶ ἐνθουσιασμόν, τοῦτο δʼ οὐ δύνανται. ἄλογοι γὰρ ὄντες ἐπιτυγχάνουσι· καὶ τούτων φρονίμων καὶ σοφῶν ταχεῖαν εἶναι τὴν μαντικήν, καὶ μόνον οὐ τὴν ἀπὸ τοῦ λόγου δεῖ ἀπολαβεῖν, ἀλλʼ οἳ μὲν διʼ ἐμπειρίαν, οἳ δὲ διὰ συνήθειάν τε ἐν τῷ σκοπεῖν χρῆσθαι· τῷ θεῷ δὲ αὗται. τοῦτο καὶ εὖ ὁρᾷ καὶ τὸ μέλλον καὶ τὸ ὄν, καὶ ὧν ἀπολύεται ὁ λόγος οὗτος. διὸ οἱ μελαγχολικοὶ καὶ εὐθυόνειροι. ἔοικε γὰρ ἡ ἀρχὴ ἀπολυομένου τοῦ λόγου ἰσχύειν μᾶλλον· καὶ ὥσπερ οἱ τυφλοὶ μνημονεύουσι μᾶλλον ἀπολυθέντες τοῦ πρὸς τοῖς ὁρατοῖς, τῷ ἐρρωμενέστερον εἶναι τὸ μνημονεῦον. φανερὸν δὴ ὅτι δύο εἴδη εὐτυχίας, ἣ μὲν θεία (διὸ καὶ δοκεῖ ὁ εὐτυχὴς διὰ θεὸν κατορθοῦν) ἣ δὲ φύσει. οὗτος δέ ἐστιν ὁ κατὰ τὴν ὁρμὴν διορθωτικός, ὁ δʼ ἕτερος ὁ παρὰ τὴν ὁρμήν· ἄλογοι δʼ ἀμφότεροι. καὶ ἣ μὲν συνεχὴς εὐτυχία μᾶλλον, αὕτη δὲ οὐ συνεχής.