# Topica 8.9

Aristotle, Topica, Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/topica/8.9

Ὑπέχειν δὲ καὶ θέσιν καὶ ὁρισμὸν αὐτὸν αὑτῷ δεῖ προεγχειρήσαντα· ἐξ ὧν γὰρ ἀναιροῦσιν οἱ πυνθανόμενοι τὸ κείμενον, δῆλον ὅτι τούτοις ἐναντιωτέον. Ἄδοξον δ᾿ ὑπόθεσιν εὐλαβητέον ὑπέχειν. Εἴη δ᾿ ἂν ἄδοξος διχως· καὶ γὰρ ἐξ ἧς ἄτοπα συμβαίνει λέγειν, οἷον εἰ πάντα φαίη τις κινεῖσθαι ἢ μηδέν, καὶ ὅσα χείρονος ἤθους ἑλέσθαι καὶ ὑπεναντία ταῖς βουλήσεσιν, οἷον ὅτι ἡδονὴ τἀγαθὸν καὶ τὸ ἀδικεῖν βέλτιον τοῦ ἀδικεῖσθαι. Οὐ γὰρ ὡς λόγου χάριν ὑπέχοντα ἀλλ᾿ ὡς τὰ δοκοῦντα λέγοντα μισοῦσιν.

---

Aristotle, Topica, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg044.local001/.
