Ancient Greek · ~5 min
Book 1
Aristoxenus, Elementa Harmonica 1.10
Not analysed yet
τοώναντίον ποιοῦμεν, τὸ μὲν γὰρ συνεχὲς φεύγομεν, τὸ δʼ ἑστάναι τὴν φωνὴν ὡς μάλιστα διώκομεν. ὅσῳ γὰρ μῦᾶλλον ἑκάστην τῶν φαωνῶν μίαν τε καὶ ἑστηκυῖαν καὶ τὴρ αὐτὴν ποιήσομεν, τοσούτῳ φαίνεται τῇ αἰσθήσει τὸ μέλος ἀκριβέστερον. Ὅτι μὲν οὖν δύο κινήσεων οὐσῶν κατὰ τόπον τῆς φωνῆς ἡ μὲν συνεχὴς λογική τίς ἐστιν ἡ δὲ διωαστηματικὴ μελῳδική, σχεδὸν δῆλον ἐκ τῶν εἰρημένων. θανεροῦ δʼ ὄντος ὅτι δεῖ τὴν φωνὴν ἐν τῷ μελῳδεῖν τὰς μὲν ἐπιτάσεις τε καὶ ἀνέσεις ἀφανεῖς ποιεῖσθαι τὰς δὲ τάσεις αὐτὰς φθεγγομένην φανερὰς καθιστάναι,—ἐπειδὴ τὸν μὲν τοῦ διαστήματος τόπον ὃν διεξέρχεται ὁτὲ μὲν ἀνιεμένη. ὀςτὲ δʼ ἐπιτεινομένη λανθάνεν αὐτὴν δεῖ δικξιωῦσαν, τοὺς δὲ ὄρίζοντας φθόγγους τὰ διαστήμα| τα ἐναργεῖς τε καὶ ἑστηκότας ἀποδιδόναι-ὥστʼ ἐπεὶ τοῦτʼ ἔστι δῆλον λεκτέον ἂν εἶη περὶ ἐπιτάσεω ς καὶ ἀνέσεως ἔτι δʼ ὀξύτητος καὶ βαρύτητος πρὸς δὲ τούτοις τάσεως. Ἡ μὲν οὖν ἐπίτασίς ἐστι κίνησις τῆς φωνῆς συνεχὴς ἐκ βαρυτέρου τόπου εἰς ὀξύτερον, ή δʼ ἄνεσις ἐξ ὀξυτέρουτόπου εἰς βαρύτερον· ὀξύτης δὲ τὸ γενόμενον διᾶ τῆς ἐπιτάσεως, βαρύτης δὲ τὸ γενόμενον δᾶ τῆς ἀνέσεως. Τάχα οὖν παράδοξον ἂν φαίνοιτο τοῖς ἐλαφρότερον τὰ τοιαῦτα ἐπισκοπουμένοις τὸ τιθέναι τέτταρα ταῦτα καὶ μὴ δύο· σχεδὸν γὰρ οἵ γε πολλοὶ ἐπίτασιν· μὲν ὀξύτητι ταὐτὸν λέγουσιν ἄνεσιν δὲ βαρύτητι. ἴσως οὖν οὐ