Ancient Greek · ~5 min
Book 1
Aristoxenus, Elementa Harmonica 1.17
Not analysed yet
ταύτην τὴν πραγματείαν ἀφετέον τὰ νῦν. ||Σύστημα δὲ συστήματος ταύταις τε διοίσει ταῖς αὐταῖς διαφοραῖς πλὴν μιᾶς—μεγέθει τε γὰρ δῆλον ὡς διαφέρει συστῇ| ματος σύστημα καὶ τῷσυμφώνους ἢ διωαφώνους εἶναιτοὺς ὁρίζοντας φθόγγους τὸ μέγεθος. τὴν δὲ τρίτην τῶν ῥηθεισῶν ἐπὶ τῶν τοῦ διαστήματος διαφορῶν ἀδύνατον ὑπάρξαι συκστήματι πρὸς σύστημα, δῆλον γὰρ ὡς οὐκ ἐνδέχεται τὰ μὲν σύνθετα τὰ δʼ ἀσύνθετα εἶναι τῶν συστημάτων τοῦτόν γε τὸν τρόπον νπερ τῶν διαστημάτων τὰ μὲν ἦν σύνθετα τὰ δʼ ἀσύνθετα. τὴν δὲ τετάρτην —αὕτη δʼ ἦν ἡ κατὰ γένος —ἀναγκαῖον καὶ τοῖς συστήμασιν ὑπάρχειν, τὰ μὲν γὰρ αὐτῶν ἐστὶ διάτονα τὰ δὲ χροωμματικὰ τὰ δὲ ἐναρμόνια. δῆλον δʼ ὅτι καὶ τὴν πέμπτην, τὰ μὲν γὰρ αὐτῶν ἀλόγῳ διωστήματι ὥρισται τὰ δὲ ῥητῷ. Πρὸς δὲ ταύταις τρεῖς ἑτέρας προσθετέον διαιρέσεις· τήν τʼ εἰς συναφὴν καὶ διάζευξιν καὶ τὸ συναμφότερον μερίζουσαν τὰ συστήματα· τᾶν γὰρ σύστημα ἀπό τινσος μεγέθους ἀρξάμενον ἢ αυνημμένον ἢ διεζευγμένον ἢ μικτὸν ἐξ ἀμφοτέρων γίγνεται (καὶ δείκνυται τοῦτο γιγνόμενον ἐν ἐνίοις)· ἔπειτα τήν τʼ εἰς ὑπερβατὸν καὶ συνεχὲς μερίζου σαν, πᾶν γὰρ σύστημα ἤτοι συνεχὲς ἢ ὑπερβατόν ἐστι, τήν τʼ εἰς ἁπλοῦν καὶ διπλοῦν καὶ πολλαπλοῦν διαίρεσιν, πᾶν γὰρ τὸ λαμβανόμενον