Ancient Greek · ~3 min
Book 1
Aristoxenus, Elementa Harmonica 1.22
Not analysed yet
τὸ κατεχόμενον τά γε πλεῖστα ὑπὸ τεττάρων φθόγγων· ὅθεν δὴ καὶ τὴν προσηγορίαν ὑπὸ τῶν παλαιῶν ἔσχε |Τοῦτο μὲν οὖν οὕτω κείσθω. τῶν δὲ συγχορδιῶν πλειόνων τʼ οὐσῶν τῶν τὴν εἰρημένην τάξιν τοῦ διὰ τεσσάρων κατεχουσῶν καὶ ὀνόμασιν ἰδίοις ἑκάστης αὐτῶν ὡρισμένης, μία τίς ἐστιν ἡ μέσης καὶ λιχανοῦ καὶ παρυπάτης καὶ ὑπάτης σχεδὸν γνμωριμωτάτη τοῖς ἁπτομένοις μουσικῆς ἐν ᾗ τὰς τῶν γενῶν διωαφορὰς ἀναγκαῖον ἐπισκέψασθαι τίνα τρόπον γίγνονται. 0τι μὲν οὖν αἱ τῶν κινεῖσθαι πεφυκότων φθόγγων ἐπιτάσεις τε καὶ ἀνέσεις αἴτιαί εἰσι τῆς τῶν γενῶν διωαφορᾶς φανερόν. τίς δʼ ὁ τόπος τῆς κινήσεως ἑκατέρου τῶν φθόγγων τούτων λεκτέον. Λιχάνου μὲν οὖν ἐστὶ τονιαῖος ὁ σύμπας τόπος ἐν ᾧ κινεῖται, οὔτε γὰρ ἔλαττον ἀφίσταται μέσης τονιnίου διnστή|μματος οὔτε μεῖζὸν διτόνου. Τούτων δὲ τὸ μὲν ἔλαττον παρὰ μὲν τῶν ἤδη κατανενοηκότων τὸ διάτονον γένος ὄμολογεῖται,