Ancient Greek · ~5 min
Book 1
Aristoxenus, Elementa Harmonica 1.26
Not analysed yet
ἐκ τριῶν δωδεκατημορίων σύγκειται, ὥστʼ εἶναι φανερόν, ὅτι τὸ ερημένον διάστημά ἐστιν ἀπὸ τῆς βαρυτάτης διατόνου ἐπὶ τὴν |βαρυτάτην χραωμματικήν. Ἡ δὲ συντονωτάτη διάτονος τῆς βαρυτάτης διατόνου διέσει ἐστι συντονωτέρα. Ἐκ τούτων δὴ φανεροὶ γίγνονται οἱ τόποι τῶν λιχανῶν ἑκάστης· τε γὰρ βαρυ τέρα τῆς χραωματικῆς πᾶσά ἐστιν ἐναρμόνυως λιχανὸς ἥ τε τῆς διωατόνου βαρυτέρα πᾶσά ἐστι χρωματικὴ μέχρι τῆς βαρυτάης χρωματικῆς ἤ τε τῆς διατόνου συντονωτάτης βαρυτέρα πᾶσά ἐστι διάτονος μέχρι τῆς βαρυτάτης διωατόνου. Νοητέον γὰρ ἀπείρους τὸν ἀριθμὸν τὰς λιχανούς· οὗ γὰρ ἂν στήσῃς τὴν φωνὴν τοῦ ἀποδεδειγμένου λιχανῷ τόπου λιχανὸς ἔσται, διάκενον δʼ οὐδέν ἐστι τοῦ λιιχανοειδοῦς τόπου οὐδὲ τοιοῦτον οἷον μὴ δέχεσθαι λιχανόν. Ὥστ’ εἶναι μὴ περὶ μικροῦ τὴν |ἀμφισβήτησιuσ· οἱ μὲν γὰρ ἄλλοι διαφέρονται περὶ τοῦ διαστήματὸς μόνον, οἷον πότερον δίτονός ἐστιν ἡ λιχανὸς ἢ συντονωτέρα ὡς μιᾶς οὔσης ἐναρμονίου· ἡμεῖς δʼ οὐ μόνον πλείους ἐν ἑκάστῳ γένει φαμὲν εἶναι λιχανοὺς μᾶς ἀλλὰ καὶ προστίθεμεν ὅτι ἄπειροί. εἰσι τὸν ἀριθμόν. Γὰ μὲν οὖν περὶ τῶν λιχανῶν οὕτως ἀφωρίσθω· παρυπάτης δὲ δύο εἰσὶ τόποι, ὁ μὲν κοινὸς τοῦ τε διατόνου καὶ τοῦ χρώματος, ὁ δʼ ἕτερος διως τῆς ἁρμονίας· κοινωνεῖ γὰρ τὰ δύο γένη τῶν παρυπατῶν. ἐναρμόνιος μὲν οὖν ἐστὶ παρυπάτη πᾶσα ἡ βαρυτέρα τῆς