Ancient Greek · ~4 min
Book 1
Aristoxenus, Elementa Harmonica 1.8
Not analysed yet
πραγματείας τὸ συντεῖνον εἰς τὴν περὶ μέλους θεωρίαν. Γὰ μὲν οὖν τῆς ἁρμονικῆς καλου| μένῃς ἐπιστήμης μέρη ταῦτά τε καὶ τοσαῦτά ἐστι, τὰς δʼ ἀνωτέρω τούτων πραγματείας ἧπερ εἴπομεν ἀρχόμενοι ελειοτέρου τινὸς ὑποληπτέον εἶναι· περὶ μὲν οὖν ἐκείνων ἐν τοῖς καθήκουσι καιροῖς λεκτέον τίρες τʼ εἰσὶ καὶ πόσαι καὶ ποία τις ἑκάστη αὐτῶν; περὶ δὲ τῆς πρώτης νῦν πειρατέον διελθεῖν. Πρῶτον μὲν οὖν ἀἁπάντων αὑτῆς τῆς κατὰ τόπον κινήσεως τὰς διαφορὰς θεωρῆσαι τίνες εἰσὶ πειρατέον. πάσης δὲ φωνῆς δυναμένης κινεῖσθαι τὸν εἰρημένον αὐτὸν τρόπον δύο τινές εἰσιν ἰδέαι κινήσεως, ἤ τε συνεχὴς καὶ ἡ διαστημματική. κατὰ μὲν οὖν τὴν συνεχῇ τό| πον τένὰ διεξιμέναι φαίνεται ἡ φωνὴ τῇ αἰσθήσει οὕτως ὡς ἂν μηδαμοῦ σταμένη μηδʼ ἐπʼ αὐτῶν τῶν περάτων κατά γε τὴν τῆς αἰσθήσεως φανταίαν, ἀλλὰ φερομένη συνεχῶς μέχρι σιω| πῆς, κατὰ δὲ τὴρ ἑτέραν ἢν ὀνομάζομεν διαστηματικὴν ἐναντίως φαίνεται κινεῖσθαι· διαβαίνουσα γὰρ ἵστησιν αὑτὴν ἐπὶ μᾶς τάσεως εἶτα πάλιν ἐφʼ ἑτέρας καὶ τοῦτο ποιοῦσα συνεχῶς—λέγω δὲ συνεχύῶς κατὰ τὸν χρόνον—ὑπερβαίνουσα μὲν τοῆς περιεχομένους ὑπὸ τῶν τάσεων τόπους, ἱσταμένη δʼ ἐπʼ αὐτῶν τῶν τάσεων καὶ φθεγγομένη ταύτας