Ancient Greek · ~5 min
Book 2
Aristoxenus, Elementa Harmonica 2.31
Not analysed yet
ἐστιν ἕν, παντελῶς οἶμαι παράδο|| ξόν τι ἐφαίνετο αὐτοῖς· εἶθ᾿ οἱ μὲν ὑποκατεφρόνουν τοῦ πράγματος οἱ δὲ κατεμέμφοντο. Τί οὖν τὸ σἴτιον; οὐ προήδεσαν, ἀλλʼ ὥσπερ οἱ ἐριστικοὶ πρὸς τοὔνομα αὐτὸ ὑποκεχηνότες προσᾴεσαν· εἰ δέ γέ τις οἶμαι προεξετίθει τὸ ὅλον, ἀπεγίνωσκεν ἂν ὁ μέλλων ἀκούειν ἢ εἴπερ ἤρεσκεν αὐτῷ διέμενεν ἂν ἐν τῇ εἰρημένῃ ὑπολήψει. Προέλεγε μὲν οὖν καὶ αὐτὸς Ἀριστοτέλης διʼ αὐτὰς ταύτας τὰς αἰτίας, ὡς ἔφη, τοῖς μέλλουσιν ἀκροᾶσθαι παρʼ αὐτοῦ, περὶ τίνων τʼ ἐστὶν ἡ πραγματεία καὶ τίς. Bέλτιων δὲ καὶ ἡμῖν φαίνεται, καθάπερ εἴπομεν ἐν ἀρχῇ, τὸ προενδέναι. Τέγνεται γὰρ ἐνίοτε ἐφʼ ἑκάτερα ἁμαρτία· οἱ μὲν γὰρ μέγα τι ὑπολαμβάνουσιν εἶναι τὸ μάθημα καὶ ἔσεσθαι ἔνιοι μὲν οὐ μό|νον μουσικοὶ ἀκοῦ σαντες τὰ ἀρμμονικά, ἀλλὰ καὶ βελτίους τὸ ἤθος,-παρακούσαντες τῶν ἐν ταῖς δεξεσι λόγων ὅτι πειρώμεθα ποιεῖν τῶν μελοποιιῶν ἑκάστην καὶ τὸ ὅλον, τῆς μουσικῆς |ὅτι ἡ μὲν τοιαύτη βλάπτει τὰ ἤθη ἡ δὲ τοιαύτη ὠφελεῖ, τοῦτο αὐτὸ παρακούσαντες, τὸ δʼ ὅτι καθʼ ὅσον μουσικὴ δύναται ἀφελεῖν οὐδʼ ἀκούσαντες ὅλως—οἱ δὲ πάλιν ὡς οὐδὲν ἄλλʼ ἢ μικρόν τι καὶ βουλόμενοι μὴ εἶναι ἔμπειροι μηδὲ τί ποτʼ ἔστω. Οὐδέτερον δὲ τούτων ἀληθές ἐστιν, οὔτε γὰρ εὐκαταφρόνητόν ἐστί τινι ὃς νοῦν ἔχει τὸ μάθημα—δῆλον δʼ ἔσται προῖόν τος τοῦ λόγου οὔτε τηλικοῦτον ὥστʼ αὔταρκες