Ancient Greek · ~5 min
Book 2
Aristoxenus, Elementa Harmonica 2.40
Not analysed yet
εἰ τοῦ διὰ τεσσάρων τυγχάνουσιν αἱ δι| αἱρέσεις οὗσαι πλείους ἃς ποιοῦσιν αἱ τῶν γενῶν διαφοραί, ἢ σχήματα πλείονα ποιεῖ ἡ τῆς τῶν ἀσυνθέτων διωαστημάτων τάξεως ἀλλοίωσις· τὸν αὐτὸν δὲ λόγον καὶ περὶ τῶν δυνάμεων ἐροῦμεν ἃς αἱ τῶν τετραχόρδων φύσεις ποιμωῦσι, τὸ γὰρ ὑπερβολαίων καὶ νητῶν καὶ μέσων καὶ ὑπατῶν τῷ αὐτῷ γράφεται σημείῳ, τὰς δὲ τῶν δυνάμεων διαφορὰς οὐ διορίζει τὰ σημεῖα ὥστε μέχρι τῶν μεγεθῶν αὐτῶν κεῖσθαι, πορρωτέρω δὲ μηδέν. Ὅτιδʼ οὐδέν ἐστι μέρος τῆς συμπάσης ξυνέσεως τὸ διαισθάνεσθαι τῶν μεγεθῶν αὐτῶν, ἐλέχθη μέν πως καὶ ἐν ἀρχῇ, ῥδιον δὲ καὶ ἐκ τῶν ῥηθησομένων συνδεῖν· οὔτε γὰρ τὰς τῶν τετραχόρδων οὔτετὰς τῶν φθόγγων δυνάμεις οὔτε τὰς τῶν γενῶν διαφορὰς οὔτε, ἀπλῶς εἰπὲν, τὴν τοῦ συνθέτου καὶ τὴν τοῦ ἀσυν θέτον διαφορὰν οὔτε τὸ ἁπλοῦν καὶ μεταβολὴν ἔχον οὔτε τοὺς τῶν μελοποιῶν τρόπους οὔτʼ ἄλλο οὐδέν, ὡσαύτως εἰπεῖν, δʼ αὐτῶν τῶν μεγεθῶν γίγνεται γνώριμον. Eἱ μὲν οὖν δʼ ἄγνοιωαρ τὴν ὑπόληψιν ταύτην ἐσχήκασιν οἱ καλούμενοι ἁρμονικοί, τὸ μὲν ἦθος οὐκ ἂν εἶεν ἄτοποι, τὴν δὲ ἄγνοιαν ἰσχυράν τινα καὶ μεγάλην εἶναι παρʼ αὐτοῖς ἀναγκαῖον· εἰ δὲ συνορύῶντες, ὅτι οὐκ ἔστι τὸ παρασημαίνεσθαι πέρας τῆς εἰρημένης ἐπιστήμης, χαριζόμενοι δὲ τοῖς ἰδιώταις καὶ πειρώμενοι ἀποδιδόνα ὀφθαλμοειδές τι ἔργον ταύτην ἐκτεθείκασι τὴν ὑπόληψιν, μεγάλην ||ἄν