Ancient Greek · ~5 min
Book 2
Aristoxenus, Elementa Harmonica 2.46
Not analysed yet
Τόνος δʼ ἐστὶν ᾧ τὸ διὰ πέντε τοῦ διὰ τεσσάρων μεῖζον· τὸ δὲ διὰ τεσσάρων δύο τόνων καὶ ἡμίσεος. Γῶν δὲ τοῦ τόνου μερῶν μελῳδεῖται τὸ ἥμισυ, ὃ καλεῖται ἡμιτόνιον, καὶ τὸ τρίτον μέρος, ὃ καλεῖται δίεσις χραωματικὴ ἐλαχίστη, καὶ τὸ τέταρτον, ὃ καλεῖται δίεσις ἐναρμόνιος ἐλαχίστη· τούτου δʼ ἔλαττον οὐδὲν μελῳδεῖται διάστημα. Δεῖ δὲ πρῶτον μὲν τοῦτο αὐτὸ μὴ ἀγνοεῖν, ὅτι πολλοὶ ἤδη διήμαρτον ὑπολαβόντες ἡμᾶς λέγειν ὅτι ὁ τόνος εἰς τρία ἥ τέσσαρα ἴσα διωαιρούμενος μελῳδεῖται. συνέβη δʼ αὐτοῖς τοῦτο παρὰ τὸ μὴ κατανοεῖν ὅτι ἕτερόν ἐστι τό τε λαβεῖν τρίτον μέ ρος τόνου καὶ τὸ δικλόντα εἰς τρία τόνον μελῳδεῖν. ἔπειτα ἁπλῶς μὲν οὐθὲν ὑπολαμβάνομεν εἶναι διάστημα ἐλάχιστον. Αἱ δὲ τῶν γενῶν διωαφοραὶ λαμβά| νονται ἐν τεραχόρῳ τοισύτῳ οἷόν ἐστι τὸ ἀπὸ μέσης ἐφʼ ὑπάτην, τῶν μὲν ἄκρων μενόντων, τῶν δὲ μέσων κινυμένων ὁτὲ μὲν ἀμφοτέρων τὲ δὲ θατέρου. Ἐπεὶ δʼ ἀναγκαῖον τὸν κινοῦ μένον φθόγγον ἐν τόπῳ τινὶ κινωεῖσθαι, ληπτέος ἂν εἴη τόπος ὡρισμένος ἑκατέρο τῶν εἰρημένων φθόγγων. φαίνεται δὴ συντονωτάτη μὲν εἶναι λιχανὸς ἡ τόνον ἀπὸ μέσης ἀπέχουσα, ποιεῖ δʼ αὕτη διάτονον γένος, βαρυτάτη δʼ ἡ δίτονου, γίγνεται δʼ αὕτη ἐναρμόνιος· ὥστʼ εἶναι φανερὸν ἐκ τούτων, ὅτι τονιαῖός ἐστιν ὁ τῆς λιχανοῦ τόπος. τὸ δὲ παρυπάτης καὶ ὑπάτης διάστημα ἔλαττον μὲν ὅτι οὐκ ἂν γένοιτο δέσεως ||ἐναρμονίου φανερόν, ἐπειὴ πάντων τῶν μελῳδουμένων