Ancient Greek
Section 2
Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum) 2.1
Not analysed yet
Ξενοφάνους πρώτου λόγος ἦλθεν εἰς τοὺς Ἕλληνας, ἄξιος γραφῆς, ἅμα παιδιᾷ τάς γε τῶν ἄλλων τόλμας ἐπιπλήττοντος, καὶ τὴν αὐτοῦ παριστάντος εὐλάβειαν, ὡς ἄρα θεὸς μὲν οἶδε τὴν ἀλήθειαν, «δόκος δ’ ἐπὶ πᾶσι τέτυκται. »Ἡ μὲν γὰρ φιλοσοφία θήρα τῆς ἀληθείας ἐστὶ καὶ ὄρεξις καὶ τῶν συγχορευτριῶν καὶ τῆς πρὸς αὐτὰς συμφωνίας, φησίν. Εἰ δὲ ναύτην ἢ στρατιώτην θεωρεῖς, πότερον ὁ ἄνθρωπος αὐτὸς ἑαυτῷ πεποιῆσθαί σοι δοκεῖ, ἢ πρὸς κοινωνίαν; πρὸς κοινωνίαν. Ὑπὸ τίνος; Ὑπὸ τῆς φύσεως. Τίνος οὔσης καὶ πῶς; Διοικούσης τὰ ὅλα. Καὶ πότερον οὔσης ἢ μή; Ταῦτα οὐκ ἔτι ἀναγκαῖον πολυπραγμονεῖν.