# Liber de philosophorum sectis (epitome ap. Stobaeum) 31.1

Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum), Περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arius-didymus/liber-de-philosophorum-sectis-epitome-ap-stobaeum/31.1

Διαιρεῖσθαι δὲ τἀγαθὸν εἴς τε τὸ καλὸν καὶ εἰς τὸ συμφέρον καὶ εἰς τὸ ἡδύ· καὶ τῶν μὲν κατὰ μέρος πράξεων τούτους εἶναι σκοπούς· τὸ δ’ ἐκ πάντων αὐτῶν, εὐδαιμονίαν. Εὐδαιμονίαν δ’ εἶναι χρῆσιν ἀρετῆς τελείας ἐν βίῳ τελείῳ προηγουμένην, ἢ ζωῆς τελείας ἐνέργειαν κατ’ ἀρετήν, ἢ χρῆσιν ἀρετῆς ἐν τοῖς κατὰ φύσιν ἀνεμπόδιστον. Τὸ δ’ αὐτὸ καὶ τέλος ὑπάρχειν. Εἰ δὲ τὸ μὲν εὐδαιμονεῖν τέλος, ἡ δ’ εὐδαιμονία λέγεται σκοπός, καὶ ὁ μὲν πλοῦτος ἀγαθόν, τὸ δὲ πλουτεῖν, ὧν χρή, τοῖς μὲν οὕτω διορίζουσι τῆς ἀκριβείας τῶν ὀνομάτων χάριν. Ἀκολουθητέον μέντοι τῇ τῶν ἀρχαίων συνηθείᾳ, καὶ λεκτέον τέλος εἶναι οὗ χάριν πάντα πράττομεν, αὐτὸ δὲ οὐδενός, ἢ τὸ ἔσχατον τῶν ὀρεκτῶν, ἢ τὸ κατ’ ἀρετὴν ζῆν ἐν ἀγαθοῖς τοῖς περὶ τὸ σῶμα καὶ τοῖς ἔξωθεν, ἢ πᾶσιν, ἢ τοῖς πλείστοις καὶ κυριωτάτοις. Τοῦτο δὲ μέγιστον ὂν τῶν ἀγαθῶν καὶ τελειότατον, ἐκ τῶν ἄλλων ἁπάντων ὑπηρετεῖσθαι. Τὰ μὲν γὰρ συμβαλόμενα πρὸς αὐτὸ τῶν ἀγαθῶν ὁμολογουμένως χρὴ λέγειν, τὰ δὲ ἐναντιούμενα, τῶν οὔτ’ ἀγαθῶν οὔτε κακῶν, ἀλλὰ τῶν ἀδιαφόρων. Οὐ πᾶσαν δὲ καλὴν πρᾶξιν εὐδαιμονικὴν ὑπάρχειν. Τελείας δ’ εἶπον ἀρετῆς χρῆσιν τὴν εὐδαιμονίαν, ὅτι τῶν ἀρετῶν τὰς μὲν ἔλεγον εἶναι τελείας, τὰς δ’ ἀτελεῖς· τελείας μέν, τήν τε δικαιοσύνην καὶ τὴν καλοκαγαθίαν · ἀτελεῖς δέ, τὴν εὐφυίαν καὶ τὴν προκοπήν· τῷ δὲ τελείῳ τὸ τέλειον ἁρμόττειν. Τέλος οὖν εἶναι τῆς τοιαύτης ἀρετῆς ἐνέργειαν, ἧς οὐθὲν ἄπεστι μέρος. Καὶ τὸ ἐν βίῳ δὲ τελείῳ προσέθεσαν, ἐνδείξασθαι βουληθέντες, ὅτι περὶ τοὺς ἤδη προήκοντας ἄνδρας ἡ εὐδαιμονία γίγνεται· τὸ γὰρ μειράκιον ἀτελὲς καὶ ὁ τούτου βίος, δι’ ὃ οὐκ ἂν γενέσθαι περὶ τοῦτ’ εὐδαιμονίαν, οὐδ’ ὅλως ἐν ἀτελεῖ χρόνῳ, ἀλλ’ ἐν τῷ τελείῳ. Τέλειον δ’ εἶναι τοῦτον, ὅσον ὥρισεν ἡμῖν πλεῖστον ὁ θεός, ὥρισε δὲ κατὰ πλάτος, καθάπερ καὶ τὸ τοῦ σώματος μέγεθος. Ὡς οὖν ἕνα στίχον μὴ ἂν συστήσειν ὑπόκρισιν, μηδὲ μίαν χειρὸς ἔκτασιν ὄρχησιν, μηδὲ μίαν χελιδόνα ποιή· σειν ἔαρ, οὕτως μηδὲ βραχὺν χρόνον εὐδαιμονίαν. Τελείαν γὰρ εἶναι δεῖν τὴν εὐδαιμονίαν ἐκ τελείου συνεστῶσαν ἀνδρός, καὶ χρόνου, καὶ δαίμονος. Προηγουμένην δὲ τὴν τῆς ἀρετῆς ἐνέργειαν, διὰ τὸ πάντως ἀναγκαῖον ἐν τοῖς κατὰ φύσιν ἀγαθοῖς ὑπάρχειν, ἐπεὶ καὶ ἐν κακοῖς ἀρετῇ χρήσαιτ’ ἂν καλῶς ὁ σπουδαῖος, οὐ μήν γε μακάριος ἔσται, καὶ ἐν αἰκίαις ἀποδείξαιτ’ ἂν τὸ γενναῖον, οὐ μὴν εὐδαίμων ἔσται. Αἴτιον δέ, ὅτι ἡ μὲν ἀρετὴ καλῶν μόνον ἐστὶν ἀπεργαστικὴ καθ’ ἑαυτήν, ἡ δ’ εὐδαιμονία καὶ καλῶν κἀγαθῶν. Οὐ γὰρ ἐγκαρτερεῖν βούλεται τοῖς δεινοῖς, ἀλλὰ τῶν ἀγαθῶν ἀπολαύειν, πρὸς τῷ καὶ σώζειν τὸ ἐν κοινωνίᾳ δίκαιον, καὶ μήτε ἀποστερεῖν ἑαυτὴν τῶν ἐν τῇ θεωρίᾳ καλῶν, μήτε τῶν κατὰ τὸν βίον ἀναγκαίων. Ἥδιστον γάρ τι καὶ κάλλιστον εἶναι τὴν εὐδαιμονίαν, οὒτω δ’ ἐπιτείνεσθαι καθάπερ τέχνην ὀργάνων πλήθει καὶ παρασκευῇ· οὔτε τὴν αὐτὴν εἶναι θεοῦ καὶ ἀνθρώπου, οὔτε γὰρ τὴν ἀρετὴν ἀναπόβλητον ἐπὶ τῶν σπουδαίων τὸ παράπαν, δύνασθαι γὰρ ὑπὸ τοῦ πλήθους καὶ μεγέθους ἀφαιρεθῆναι κακῶν. Ὅθεν ἐνδοιάσειεν ἄν τις, μήποτε οὐδὲ κυρίως εὐδαιμονιστέον τὸν ἔτι ζῶντα, διὰ τὸ τῆς τύχης ἄδηλον. Τὸ γὰρ τοῦ Σόλωνος εὖ ἔχειν τέλος ὅρα μακροῦ βίου. Μαρτυρεῖν δὲ τοῦτο καὶ τὸν βίον, εὐδαιμονίζοντα τοὺς ἀνθρώπους, ἡνίκ’ ἂν θνήσκωσι. Τὸν δ’ ἀφαιρεθέντα τὴν εὐδαιμονίαν οὐκ εἶναι κακοδαίμονα, καθάπερ μηδὲ τὸν ὅλως ἔχοντα ταύτην, ἀλλ’ ἒσθ’ ὅ, τι μέσον. Βιοῦν γάρ ποτε καὶ σοφὸν καὶ μὴ σοφὸν τὸν μέσον λεγόμενον βίον, τὸν μήτε εὐδαίμονα μήτε κακοδαίμονα. Περὶ δὲ τοὺς κοιμωμένους οὐκ εἶναι τὴν εὐδαιμονίαν, ἢ οὐκ ἐντελέχειάν γε. Τὴν μὲν γὰρ ἐνέργειαν τῆς ψυχῆς περὶ τὴν ἐγρήγορσιν εἶναι, ταύτῃ δὲ δεῖ προστίθεσθαι τὸ κατὰ φύσιν, διὰ τὸ μὴ πᾶσαν τὴν ἐγρήγορσιν τῶν σπουδαίων τελείας εἶναι χρῆσιν ἀρετῆς, ἀλλὰ τὴν κατὰ φύσιν. Ταύτην δ’ εἶναι τὴν τοῦ μὴ μαινομένου, μηδ’ ἐξεστηκότος, ἐπεὶ τήν γε μανίαν καὶ τὴν ἔκστασιν καὶ τὸν ὕπνον ἐξιστάνειν αὐτὸν ταύτης τῆς χρήσεως, τάχα δὲ καὶ τῆς τοῦ λόγου, καὶ ποιεῖν θηρίον. Οἷς γὰρ λογικόν ἐστι τὸ ζῆν, τούτοις καὶ τὸ εὐδαιμονεῑν ὑπάρχειν· οὐκ ἀεὶ δὲ οὐδὲ τούτοις, ἀλλὰ τοῦτο εἰ προηγούμενον ἔχοιεν τὸ ζῆν. Ὡς δὲ τὴν εὐδαιμονίαν λέγεσθαι χρῆσιν ἀρετῆς, οὕτως καὶ τὴν κακοδαιμονίαν χρῆσιν κακίας· οὐ μὴν ὡς τὴν κακίαν αὐτάρκη πρὸς κακοδαιμονίαν, οὕτως καὶ τὴν ἀρετὴν πρὸς εὐδαιμονίαν. Ὡς δὲ τὸν σπουδαῖον τἀγαθὰ ἔχειν, καὶ αὐτῷ συμφέρειν καὶ τοῖς ἄλλοις. Φευκτὸν δὲ τὸν βίον γίγνεσθαι τοῖς μὲν ἀγαθοῖς ἐν ταῖς ἄγαν ἀτυχίαις, τοῖς δὲ κακοῖς καὶ ἐν ταῖς ἄγαν εὐτυχίαις. Πλεῖον γὰρ ἁμαρτάνειν· δι’ ὃ καὶ μηδὲ κυρίως εὐτυχεῖς εἶναι τοὺς φαύλους.

---

Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum), ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0529.tlg002.local001/.
