# Liber de philosophorum sectis (epitome ap. Stobaeum) 32

Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum), Περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arius-didymus/liber-de-philosophorum-sectis-epitome-ap-stobaeum/32

Ἐπειδὴ δ’ εὐδαιμονία τὸ μέγιστον ἀγαθόν, διαιρετέον ποσαχῶς λέγεται τὸ ἀγαθόν. Τριχῶς δή φασι λέγεσθαι, τό τε γὰρ πᾶσι τοῖς οὖσι σωτηρίας αἴτιον, καὶ τὸ κατηγορούμενον παντὸς ἀγαθοῦ, καὶ τὸ διαυθαίρετον· ὧν τὸ μὲν δεῖν θεὸν εἶναι τὸ πρῶτον, τὸ δὲ πᾶν γένος τῶν ἀγαθῶν, τὸ δὲ τέλος, ἐφ’ ὃ πάντα ἀναφέρομεν, ὅπερ ἐστὶν εὐδαιμονία. Καὶ τὸ διαυθαίρετον δὲ τριχῶς λέγεσθαι, ἢ οὗ χάριν τινὰ πράττομεν ὡς ἐσχάτου ἢ οὗ χάριν πάντα· ἢ τρίτον ὃ μέρος γίγνεται τούτων. Τῶν δὲ διαυθαιρέτων τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά. Τελικὰ μὲν τὰς κατ’ ἀρετὴν προηγουμένας πράξεις· ποιητικὰ δὲ τὰ ὑλικὰ τῶν αἱρετῶν. Τῶν δ’ ἀγαθῶν τὰ μὲν εἶναι τίμια, τὰ δὲ ἐπαινετά, τὰ δὲ δυνάμεις, τὰ δὲ ὠφέλιμα. Τίμια μέν, οἷον θεόν, ἄρχοντα, πατέρα· ἐπαινετὰ δέ, οἷον δικαιοσύνην, φρόνησιν· δυνάμεις δέ, οἷον πλοῦτον, ἀρχήν, ἐξουσίαν· ὠφέλιμα δέ, τὰ ποιητικὰ τούτων καὶ φυλακτικά, οἷον ὑγίειαν καὶ εὐεξίαν. Ἔτι τῶν αἱρετῶν καὶ ἀγαθῶν τὰ μὲν καθ’ ἑαυτὰ εἶναι αἱρετά, τὰ δὲ δι’ ἕτερα. Τὰ μὲν γὰρ τίμια καὶ ἐπαινετά, καὶ τὰς δυνάμεις καθ’ οὑτά· ( καὶ γὰρ τὰς δυνάμεις ὑπάρχειν τῶν καθ’ αὑτὰ ἀγαθῶν, οἷον πλοῦτον καὶ ἀρχάς, οἷς ἂν χρήσαιτο καὶ ἃς ζητήσειεν· ὁ ἀγαθὸς ἀνήρ· καὶ οἷς δύναται εὖ χρῆσθαι, ἀγαθά, καὶ καθ’ ἑαυτὰ ἀγαθὰ πεφυκέναι, ὥσπερ ὑγιεινά, ἃ καὶ ζητήσειεν ἂν ὁ ἰατρός, καὶ δύναιτο χρῆσθαι· ) τὰ δὲ ὠφέλιμα δι’ ἕτερα· τῷ γὰρ ποιεῖν ἕτερα, καὶ σώζειν, τῶν αἱρετῶν ὑπάρχειν.

---

Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum), ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0529.tlg002.local001/.
