# Liber de philosophorum sectis (epitome ap. Stobaeum) 41

Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum), Περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arius-didymus/liber-de-philosophorum-sectis-epitome-ap-stobaeum/41

Τεθεωρημένων δὲ τούτων, καὶ ταῦτα διαλάβωμεν· εἶναι μὲν γὰρ τὴν ἠθικὴν ἀρετὴν κοινῶς ἕξιν προαιρετικὴν τῶν μέσων ἡδονῶν τε καὶ λυπῶν, στοχαστικὴν τοῦ καλοῦ ᾗ καλόν, τὴν δὲ κακίαν ὑπεναντίαν εἶναι αὐτῇ· κοινὴν δὲ δοξαστικῆς καὶ ἠθικῆς ἕξιν θεωρητικήν, καὶ προαιρετικήν, καὶ πρακτικὴν τῶν ἐν ταῖς πράξεσι καλῶν· τὴν δὲ τέχνην καὶ ἐπιστήμην καὶ τὸν νοῦν κοινὴν ἀκρότητα λογικῆς κατασκευῆς εἶναι θεωρητικὴν καὶ πρακτικήν· σοφίαν δέ, ἐπιστήμην τῶν πρώτων αἰτιῶν· φρόνησιν δέ, ἕξιν βουλευτικὴν καὶ πρακτικὴν ἀγαθῶν καὶ καλῶν ᾗ καλά· ἀνδρείαν δέ, ἕξιν ἐν θαῤῥήσει καὶ φόβοις τοῖς μέσοις ἄμεμπτον· σωφροσύνην δέ, ἕξιν ἐν αἱρέσει καὶ φυγῇ ἀμέμπτως ποιοῦσαν, δι’ αὐτὸ τὸ καλόν· πραότητα δέ, ἕξιν μέσην ὀργιλότητος καὶ ἀναλγησίας· ἐλευθεριότητα δέ, μεσότητα ἀσωτίας καὶ ἀνελευθερίας· μεγαλοψυχίαν δέ, μεσότητα χαυνότητος καὶ μικροψυχίας· μεγαλοπρέπειαν δέ μεσότητα ἀλαζονείας καὶ μικροπρεπείας· νέμεσιν δὲ μεσότητα φθονερίας καὶ ἐπιχαιρεκακίας· σεμνότητα δὲ μεσότητα αὐθαδείας καὶ ἀρεσκείας· αἰδῶ δὲ μεσότητα ἀναισχυντίας καὶ καταπλήξεως· εὐτραπελίαν δὲ μεσότητα βωκαὶ ἀγροικίας· φιλίαν δὲ μεσότητα κολακείας καὶ ἔχθρας· ἀλήθειαν δὲ μεσότητα εἰρωνείας καὶ ἀλαζονείας· δικαιοσύνην δὲ μεσότητα ὑπεροχῆς καὶ ἐλλείψεως, καὶ πολλοῦ καὶ ὀλίγου. Πολλῶν δὲ καὶ ἄλλων οὐσῶν ἀρετῶν, τῶν μὲν καθ’ αὑτάς, τῶν δὲ ἐν εἴδεσι τῶν εἰρημένων (οἷον ὑπὸ μὲν τὴν δικαιοσύνην εὐσεβείας, ὁσιότητος, χρηστότητος, εὐκοινωνησίας, εὐσυναλλαξίας· ὑπὸ δὲ τὴν σωφροσύνην, εὐκοσμίας, εὐταξίας, αὐταρκείας,) ἐπιδραμεῖν οὐκ ἄτοπον καὶ τοὺς τούτων ὅρους. Εὐσέβειαν μὲν οὖν εἶναι ἕξιν θεῶν καὶ δαιμόνων θεραπευτικήν, μεταξὺ οὖσαν ἀθεότητος καὶ δεισιδαιμονίας· ὁσιότητα δέ, ἕξιν δικαίων τῶν πρὸς τοὺς θεοὺς καὶ κατοιχομένους τηρητικήν, μεταξὺ ἀνοσιότητος οὖσαν καὶ ἀνωνύμου τινός· χρηστότητα δέ, ἕξιν ἑκουσίως εὐποιητικὴν ἀνθρώπων, αὐτῶν ἐκείνων χάριν, μεταξὺ πονηρίας οὖσαν καὶ ἀνωνύμου· εὐκοινωνησίαν δέ, ἕξιν ἀμέμπτους ἐν κοινωνίᾳ παρεχομένην, μεταξὺ ἀκοινωνησίας οὖσαν καὶ ἀνωνύμου· εὐσυναλλαξίαν δέ, ἕξιν εὐλαβητικὴν τῆς ἐν τοῖς συμβαλλομένοις ἀδικίας, μεταξὺ ἀσυναλλαξίας οὖσαν καὶ ἀνωνύμου, (τὴν δὲ ἀνώνυμον κατὰ τὸ ἀκροδίκαιον εἶναί πως·) εὐκοσμίαν δέ, ἕξιν περί τε κινήσεις καὶ σχέσεις τηρητικὴν τοῦ πρέποντος, μεταξὺ οὖσαν ἀκοσμίας καὶ ἀνωνύμου· εὐταξίαν δέ, ἕξιν στοχαστικὴν τοῦ περὶ τάξιν καλοῦ, μεταξὺ ἀταξίας οὖσαν καὶ ἀνωνύμου· αὐτάρκειαν δέ, ἕξιν ἀρκουμένην τοῖς τυχοῦσι μετὰ ἐλευθεριότητος, μεταξὺ πτωχείας οὖσαν καὶ πολυτελείας· εὐψυχίαν δέ, ἕξιν ἀήττητον ἐν δεινῶν ὑπομοναῖς, μεταξὺ ἀψυχίας καὶ ἀρειμανιότητος· φιλοπονίαν δέ, ἕξιν ἀνένδοτον πόνοις, ἐξεργαστικὴν τοῦ καλοῦ, μεταξὺ μαλακίας τε καὶ ματαιοπονίας. Τὴν δ’ ἐκ πασῶν τῶν ἠθικῶν ἀρετὴν συνεστηκυῖαν λέγεσθαι μὲν καλοκαγαθίαν, τελείαν δὲ ἀρετὴν εἶναι, τά τε ἀγαθά, ὠφέλιμα καὶ καλὰ ποιοῦσαν, τά τε καλὰ δι’ αὑτὰ αἱρουμένην.

---

Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum), ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0529.tlg002.local001/.
