# Liber de philosophorum sectis (epitome ap. Stobaeum) 42

Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum), Περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arius-didymus/liber-de-philosophorum-sectis-epitome-ap-stobaeum/42

Διωρισμένων δ’ ἱκανῶς τῶν περὶ τὰς ἀρετάς, καὶ σχεδὸν τῶν πλείστων ἀνειλημμένων κεφαλαίων τοῦ ἠθικοῦ τόπου, ἀναγκαῖον ἐφεξῆς καὶ περὶ τοῦ οἰκονομικοῦ τε καὶ πολιτικοῦ διελθεῖν, ἐπειδὴ φύσει πολιτικὸν ζῷον ἄνθρωπος. Πολιτεία δὲ πρώτη, σύνοδος ἀνδρὸς καὶ γυναικὸς κατὰ νόμον ἐπὶ τέκνων γενέσει καὶ βίου κοινωνίᾳ. Τοῦτο δὲ προσονομάζεται μὲν οἶκος, ἀρχὴ δὲ πόλεώς ἐστι, περὶ οὗ δὴ καὶ λεκτέον. Μικρὰ γάρ τις ἔοικεν εἶναι πόλις ὁ οἶκος, εἴγε κατ’ εὐχὴν αὐξομένου τοῦ γάμου, καὶ τῶν παίδων ἐπιδιδόντων, καὶ συνδυαζομένων ἀλλήλοις, ἕτερος οἶκος ὑφίσταται, καὶ τρίτος οὕτω καὶ τέταρτος, ἐκ δὲ τούτων κώμη καὶ πόλις. Πλειόνων γὰρ γενομένων κωμῶν, πόλις ἀπετελέσθη. Δι’ ὃ καὶ τὰ σπέρματα καθάπερ τῆς γενέσεως τῇ πόλει παρέσχεν ὁ οἶκος, οὕτω καὶ τῆς πολιτείας. Καὶ γὰρ βασιλείας ὑπογραφὴν εἶναι περὶ τὸν οἶκον, καὶ ἀριστοκρατείας, καὶ δημοκρατίας. Γονέων μὲν γὰρ πρὸς τέκνα κοινωνίας τὸ σχῆμα βασιλικόν· ἀνδρῶν δὲ πρὸς γυναῖκας, ἀριστοκρατικόν· παίδων δὲ πρὸς ἀλλήλους, δημοκρατικόν. Συνέρχεται γὰρ τῷ θήλει τὸ ἄῤῥεν κατὰ πόθον τεκνώσεως, καὶ τῆς τοῦ γένους διαμονῆς· ἐφίεσθαι γὰρ ἑκάτερον γεννήσεως. Συνελθόντων δὲ καὶ συνεργὸν τῆς κοινωνίας προσλαμβανομένων, εἴτε φύσει δοῦλον, (ἰσχυρὸν μὲν τῷ σώματι πρὸς ὑπηρεσίαν, νωθῆ δὲ καὶ καθ’ ἑαυτὸν ἀδύνατον διαζῆν ᾧ τὸ ἄρχεσθαι συμφέρει,) εἴτε καὶ νόμῳ δοῦλον, ἐκ τῆς ἐπὶ τὸ αὐτὸ συνόδου, καὶ τῆς πάντων πρὸς ἓν συμφέρον προμηθείας, οἶκον συνίστασθαι. Τούτου δὲ τὴν ἀρχὴν κατὰ φύσιν ἔχειν τὸν ἄνδρα. Τὸ γὰρ βουλευτικὸν ἐν γυναικὶ μὲν χεῖρον, ἐν παισὶ δ’ οὐδέπω, περὶ δούλους οὐδ’ ὅλως· τὴν δ’ οἰκονομικὴν φρόνησιν, διοικητικὴν οὖσαν αὐτοῦ τε καὶ τῶν κατ’ οἶκον, οἰκείαν ἀνδρὸς ὑπάρχειν. Ταύτης δὲ τὸ μὲν εἶναι πατρικόν, τὸ δὲ γαμικόν, τὸ δὲ δεσποτικόν, τὸ δὲ χρηματιστικόν. Δεῖν γάρ, ὥσπερ στρατιᾷ μὲν παρασκευῆς, πόλει δὲ προσόδων, τέχνῃ δ’ ὀργάνων, οὕτω καὶ οἴκῳ τῶν ἀναγκαίων. Διττὰ δὲ ταῦτα, πρός τε τὸ κοινότερον ζῆν, καὶ πρὸς τὸ εὖ. Τούτων γὰρ πρῶτον ἔχειν δεῖ πρόνοιαν τὸν οἰκονομικόν, ἢ τὰς προσόδους αὔξοντα διὰ πορισμῶν ἐλευθερίων, ἢ τὰ δαπανήματα συστέλλοντα· μέγιστον γὰρ τοῦτο τὸ κεφάλαιον τῆς οἰκονομικῆς. Δι’ ὃ καὶ πολλῶν ἔμπειρον εἶναι τὸν οἰκονομικόν, γεωργίας, προβατείας, μεταλλείας, ἵνα τοὺς λυσιτελεστάτους ἅμα καὶ δικαιοτάτους καρποὺς διαγιγνώσκῃ. Τῆς δὲ χρηματιστικῆς τὴν μὲν εἶναι κρείττω, τὴν δὲ χείρω. Κρείττω μὲν τὴν φύσει γιγνομένην, χείρω δὲ τὴν διὰ καπηλικῆς. Καὶ ταῦτα μὲν περὶ τῆς οἰκονομικῆς εἰρημένα ἀπόχρη.

---

Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum), ed. Friedrich Wilhelm August Mullach. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0529.tlg002.local001/.
