Ancient Greek
Περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας.
Arius Didymus, Liber de philosophorum sectis (epitome ap. Stobaeum) 43.1
Not analysed yet
Περὶ δὲ πολιτικῆς ταῦτ’ ἂν εἴη κεφάλαια· πρῶτον μὲν ὅτι συνέστησαν αἱ πόλεις τῇ μὲν διὰ τὸ φύσει κοινωνικὸν εἶναι τὸν ἄνθρωπον, τῇ δὲ διὰ τὸ συμφέρον. Εἶτα ὅτι ἡ τελειοτάτη κοινωνία πόλις ἐστί, καὶ ὅτι πολίτης ἐστίν, ᾧ μέτεστι πολιτικῆς ἀρχῆς. Πόλις δὲ τὸ ἐκ τῶν τοιούτων πλῆθος ἱκανὸν πρὸς αὐτάρκειαν ζωῆς. Τοῦ δὲ πλήθους ὅρον εἶναι τοιοῦτον, ὥστε μήτε τὴν πόλιν ἀσυμπαθῆ, μήτ’ εὐκαταφρόνητον ὑπάρχειν, παρεσκευάσθαι δὲ καὶ τὰ πρὸς τὴν ζωὴν ἀνενδεῶς, καὶ τὰ πρὸς τοὺς ἔξωθεν ἐπιόντας ἱκανῶς. Εἶναι γὰρ τῆς φρονήσεως τὸ μὲν οἰκονομικόν, τὸ δὲ νομοθετικόν, τὸ δὲ πολιτικόν, τὸ δὲ στρατηγικόν. Οἰκονομικὸν μέν, ὡς εἶπον, τὸ διοικητικὸν αὐτοῦ τε καὶ τῶν περὶ οἶκον, νομοθετικὸν δέ, τὸ περὶ τὴν θέσιν καινῶν νόμων, πολιτικὸν δέ, τὸ τῆς πόλεως διοικητικόν, στρατηγικὸν δέ, τὸ περὶ τὴν θεωρίαν καὶ διοίκησιν τῶν στρατοπέδῳ συμφερόντων. Ἄρχειν δ’ ἀναγκαῖον τῶν πόλεων ἢ ἕνα ἢ ὀλίγους ἢ πάντας. Τούτων δὲ ἕκαστον ὀρθῶς ἢ φαύλως ἔχειν. Ὀρθῶς μέν, ὅταν οἱ ἄρχοντες τοῦ κοινῇ συμφέροντος στοχάζωνται· φαύλως δέ, ὅταν τοῦ ἰδίου. Τὸ δὲ φαῦλον παράβασιν εἶναι τοῦ ὀρθοῦ. Βασιλείαν μὲν οὖν καὶ ἀριστοκρατίαν καὶ δημοκρατίαν ἐφίεσθαι τοῦ ὀρθοῦ· τυραννίδα δὲ καὶ ὀλιγαρχίαν καὶ ὀχλοκρατίαν τοῦ φαύλου. Γίγνεσθαι δέ τινα καὶ μικτὴν ἐκ τῶν ὀρθῶν πολιτειῶν ἀρχήν. Μεταβάλλειν δὲ τὰς πολιτείας πολλάκις πρὸς τὸ ἄμεινον καὶ τὸ χεῖρον. Καθόλου δ’ ἀρίστην εἶναι πολιτείαν τὴν κατ’ ἀρετὴν διακεκοσμημένην, χειρίστην δὲ τὴν κατὰ κακίαν. Ἄρχειν δὲ καὶ βουλεύειν καὶ δικάζειν ἐν μὲν ταῑς δημοκρατίαις ἐκ πάντων, ἢ αἱρέσει ἢ κλήρῳ· ἐν δὲ ταῑς ὀλιγαρχίαις ἐκ τῶν εὐπόρων· ἐν δὲ ταῑς ἀριστοκρατίαις ἐκ τῶν ἀρίστων. Στάσεις δ’ ἐν ταῑς πόλεσι γίγνεσθαι τὰς μὲν κατὰ λόγον, τὰς δὲ κατὰ πάθος. Κατὰ λόγον μέν, ὅταν οἱ ἴσοι ὄντες ἄνισα ἔχειν ἀναγκάζωνται· κατὰ πάθος δέ, διὰ τιμήν, ἢ φιλαρχίαν, ἢ κέρδος, ἢ εὐπορίαν. Καταλύεσθαι δὲ τὰς πολιτείας διὰ δύο αἰτίας, ἢ βίᾳ, ἢ ἀπάτῃ. Μονιμωτέρας δὲ γίγνεσθαι τοῦ κοινῇ συμφέροντος ἐπιμελουμένας. Δικαστήρια δέ, καὶ βουλευτήρια, καὶ ἐκκλησίας, καὶ ἀρχὰς διωρίσθαι ταῑς πολιτείαις οἰκείως. Κοινοτάτας δ’ ἀρχὰς εἶναι ἱερωσύνην θεῶν, στρατηγίαν, ναυαρχίαν, ἀγορανομίαν, γυμνασιαρχίαν, γυναικονομίαν, παιδονομίαν, ἀστυνομίαν, ταμιείαν, νομοφυλακίαν, πρακτορείαν. Τούτων δ’ εἶναι τὰς μὲν κατὰ πόλεις, τὰς δὲ κατὰ πόλεμον, τὰς δὲ περὶ τοὺς λιμένας καὶ τὰς ἐμπορίας. Πολιτικοῦ δ’ ἀνδρὸς ἔργον εἶναι καὶ τὸ διορθῶσαι πολιτείαν, ὃ πολὺ χαλεπώτερον φαίνεται τοῦ κτίσαι· καὶ τὸ διανεῖμαι τοῦ πλήθους τῶν ἀνθρώπων τὸ μὲν πρὸς τἀναγκαῖα, τὸ δὲ πρὸς τὰ σπουδαῑα. Δημιουργοὺς μὲν γὰρ καὶ θῆτας καὶ γεωργούς, καὶ ἐμπόρους, πρὸς τὸ ἀναγκαῖον, ὑπηρέτας γὰρ εἶναι τοῖς πολιτικοῑς τούτους· τὸ δὲ μάχιμον πᾶν καὶ βουλευτικὸν κυριώτερον εἶναι, διὰ τὸ ἀρετῆς ἐπιμελεῖσθαι, καὶ περὶ τὰ καλὰ σπουδάζειν. Τούτων δὲ τὸ μὲν πρεσβύτερον προβουλεύειν, τὸ δὲ γεραρώτερον θεραπεύειν τὸ θεῖον, τὸ δὲ νέον ἅπαν προπολεμεῑν. Ταύτην δ’ ἀρχαίαν εἶναι πάνυ τὴν διάταξιν, Αἰγυπτίων πρώτων καταστησαμένων, πολιτικῶν δὲ καὶ τῶν ἄλλων οὐχ ἧττον· καὶ τὸ τὰ ἱερὰ τῶν θεῶν ἐν τοῖς ἐπιφανεστάτοις ἱδρῦσθαι τόποις· καὶ τὸ τῆς τῶν ἰδιωτῶν χώρας τὸ μὲν ἕτερον πρὸς ταῖς ἐσχατιαῑς διατετάχθαι, τὸ δ’ ἕτερον πρὸς τῇ πόλει, ἵνα δύο κλήρων ἑκάστῳ νεμηθέντων, ἀμφότερα τὰ μέρη τῆς χώρας εὐσύνοπτα ὑπάρχῃ. Χρήσιμον δὲ καὶ τὸ νομοθετεῖν συσσίτια ποιεῖσθαι, καὶ τὸ περὶ τῆς κοινῆς παιδείας τῶν τέκνων σπουδάζειν· καὶ τὸ πρὸς τὴν ῥώμην τῶν σωμάτων καὶ τελειότητα δεῑν μήτε νεωτέρων ἄγαν μήτε πρεσβυτέρων τοὺς γάμους ποιεῑσθαι, ἀτελῆ γὰρ γίγνεσθαι κατ’ ἀμφοτέρας τὰς ἡλικίας καὶ τελείως ἀσθενῆ τὰ ἔκγονα. Καὶ τὸ νομοθετεῑν δὲ μηδὲν ἐκτρέφειν πεπηρωμένον, μηδ’ ἐκτιθέναι τέλειον, μηδ’ ἐξαμβλοῦν, συμφορώτατον δήπου. Καὶ τῶν μὲν πολιτικῶν τὰ κεφάλαια ταῦτα.