# Physica (Fragmenta) 471.1

Arius Didymus, Physica (Fragmenta), 471.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arius-didymus/physica-fragmenta/471.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/arius-didymus/physica-fragmenta/471.1

και προδιαλυομένην και σημείον ὁδᾶν εὐδίας, τὴν δὲ μετεωρισθεῖσαν ἐπὶ πλεῖον 5 και συγχυθεῖσαν νεφέλην. πάντα δὲ περὶ γῆν ταῦτα γίνεσθαι διὰ τὸ μὴ πόρρω τὴν ἀτμίδα μετεωρίζεσθαι κατισχύειν. ἐν γοῦν τοῖς ὑψηλοτάτοις ὄρεσιν οὐδὲν γίνεσθαι τούτων. αἴτιον (δ᾽) ὅτι μάλιστα ἐκ τῶν κοιλῶν ἀνάγεται καὶ ἐφυδρῶν ἡ ἀτμὶς τόπων· ὥστε καθάπερ φορτίων πλεῖον φέρουσαν ἢ καθ᾽ ἑαυτὴν τὴν ἀνάγουσαν θερμότητα μὴ δύνασθαι μετεωρίζεσθαι ἐπὶ πολὺν ἄγαν τόπον, ἀλλ᾽ ἐγγὺς ὁδᾶν ἐπὶ τῆς γῆς μεδιέναι πάλιν ἐπ᾽ αὐτήν. 10 Ἐκ δὲ τοῦ περὶ τὰ νέφη τόπου τρία φοιτᾶν σώματα πρὸς ἡμᾶς, ὕδωρ καὶ χιόνα καὶ χαλάζαν. ὧν δύο μὲν ἀναλογίας ἔχειν πρὸς ἀλλήλα παρὰ τὸ διὰ τὰς αὐτὰς αἰτίας γίνεσθαι τοῖς κάτω διαφέροντα τῷ μᾶλλον καὶ ἧττον καὶ πλήθει καὶ ὀλιγότητι. χιόνα γὰρ καὶ πάγην εἶναι ταύτων καὶ ὀδόν καὶ ὁρόσον, ἀλλὰ τὸ μὲν πολύ, τὸ δ᾽ ὀλίγον· τὸν μὲν γὰρ ὀδόν ἐκ πολλῆς ἀτμίδος γίνεσθαι ψυχομένης, τὴν δὲ ὁρόσον ἐξ ὀλίγης, ἀρτίμερον γὰρ αὐτὴς ὑπάρχειν τὴν σύστασιν. ὁμοίως χιόνα καὶ πάγην· χιόνα μὲν γὰρ εἶναι πτῆξιν νεφούς, ἀτμίδος δὲ τὴν 15 πάγην. διὸ ἡ χώρας ἡ ὥρας ψυχρὰς σημειοῦν γίνεσθαι τὴν χιόνα· χαλάζας δὲ κατὰ τούναντίον ἐν ταῖς εὐδιενεστέραις συμβαίνειν χώραις ἢ ὥραις. θέρους γοῦν μάλιστα καὶ μετοπωροῦ γίνεσθαι, χειμῶνος δὲ ὀλιγάκις καὶ ὅταν ἧττον ἢ ψύχος. εἶναι δὲ τὴν χαλάζαν τοῦ καταφερομένου πτῆξιν ἐκ τῶν νεφῶν ὕδατος. ἐκ δὲ τῆς ξηρᾶς καὶ καπνώδους πόρρω διατεινούσης καὶ μετεωριζομένης, ὡς καὶ διὰ τοῦτο 20 πολλάκις διὰ τῆς ἐπιφορᾶς τῶν οὐρανίων ἐμπίπρασθαι. τῶν πρότερον εἰρημένων ἕκαστον ἀποτελεισθαι.

---

Arius Didymus, Physica (Fragmenta). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003628.
