# Physica (Fragmenta) 472.2

Arius Didymus, Physica (Fragmenta), 472.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arius-didymus/physica-fragmenta/472.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/arius-didymus/physica-fragmenta/472.2

Ἀριστοτέλης φησὶ σεισμοὺς γίνεσθαι καὶ μυκήματα καὶ χάσματα τῆς ἠπὸς ἀναθυμιάσεως εἰς τὰς ἀραιότητας κατὰ τῆς γῆς ῥυεῖσης καὶ κατὰ τὰς ἀθρόας ἐμπτώσεις τρώμους καὶ βρασυμοὺς περὶ αὐτὴν ἀπεργαζομένης. ὡς γὰρ δρμησασαν ἔξω τὴν ἀναθυμίαν ἀνέμων ποιεῖν σφοδρόν, οὕτως εἴσω καθειργθεῖσαν τῇ βύμῃ τῆς φοράς διαχραδαίνειν τοὺς τόπους, ἐν οἷς ἂν ἀποληφθῇ. συνέχεσθαι (δὲ) τὴν δύναμιν ταύτην ἐν τῇ γῇ διὰ τε πύκνωσιν τῆς ἐπιφανείας καὶ διὰ κατάψυξιν καὶ διὰ ἑπρασίαν. ὅθεν καὶ νηνεμίας οὖσης ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι τοὺς σεισμοὺς τῶν ἀνέμων ὁρῆς εἴσω τραπελάσης· καὶ νυκτὸς μᾶλλον διὰ τὴν ψύξιν καὶ περὶ τὸν ὀρθρον· τοὺς γὰρ ἀνέμους τότε τῆς πνοῆς ἀρχεσθαι, καὶ πρὸς τὴν γῆν ἀποστρέφειν (τὸ) κατὰ τὴν ἀναθυμίαν ἀνὸν πνεῦμα· καὶ τῆς ἡμέρας ἔστιν ὅτε περὶ μεσημβρίαν. τὸν γὰρ ἥλιον τῆς ἀναθυμιάσεως ἐπικρατοῦντα κατακλείειν αὐτὴν εἰς τὴν γῆν· καὶ ἕαρος καὶ μετοπώρου μᾶλλον, ἀνωμαλοὺς γὰρ ταύτας εἶναι τὰς ὥρας· τὸ γὰρ θέρος καὶ τὸν χειμῶνα, τὸ μὲν διὰ τὸν πάγον, τὸ δὲ διὰ τὴν ἀλέαν ἀκίνητον ποιεῖν τὸν ἀέρα διὰ τὸ μὲν ἄγαν εἶναι ἕπρόν, τὸν δὲ ἄγαν ψυχρόν· καὶ ἐν τοῖς αὐχμοῖς, ὅτε μάλιστα πνευματώδης ὁ ἀήρ· τοῦτο γὰρ εἶναι τὸν αὐχμόν, ἕπρὸς πλήθος ἀναθυμιάσεως. ἀπελανωμένης οὖν τῆς ἀτμίδος εἰς τὴν γῆν καὶ καθειργωμένης σφυγμὸν γίνεσθαι περὶ αὐτὴν καὶ τρώμον καὶ ἐν ταῖς ἐπομβρίαις ἐπιρραττομένης ὑπὸ τῶν ὑγρῶν καὶ τοῦ ψυχροῦ τῆς γῆς καὶ τῆς ἐντὸς ἀναθυμιάσεως αὐξομένης ὑπὸ τῶν ὑετῶν καὶ πυκνουμένης, ὥστε κατὰ τὴν πρόσποτον ἰσχυρῶς κινεῖν καὶ σείειν, καὶ ἐν τοῖς ὑπάντροις καὶ σομφοῖς ἔχουσι τοὺς κάτω τόπους ἢ καὶ παρακειμένην ροώδη θαλάτταν διὰ τὸ θύραθεν πλεῖον ὑποδέχεσθαι πνεῦμα καὶ διὰ τὴν θάλατταν προσπίπτουσαν ἀπωθεῖν εἰς τὴν

---

Arius Didymus, Physica (Fragmenta). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003628.
