# Physica (Fragmenta) 474.1

Arius Didymus, Physica (Fragmenta), 474.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arius-didymus/physica-fragmenta/474.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/arius-didymus/physica-fragmenta/474.1

ὅλον ὁρᾶσθαι τὸν κύκλον· περιφανῆ γὰρ εἶναι καὶ σφαιρικὴν κατὰ τὴν ἔμφασιν τὴν ἄλω. ταύτης δὲ τὴν μὲν ἐπιμένουσαν ὑετὸν σημαίνειν, τὴν δὲ διασπαθεῖσαν πνεῦμα, τὴν δὲ μαραινομένην εὐδίαν. ἴριν δὲ περὶ μόνον ἥλιον καὶ σελήνην συνίστασθαι, γίνεσθαι δὲ καὶ νύκτωρ, ὀλιγάκις δὲ καὶ πᾶν διὰ πολλοῦ. κύκλον δὲ μηδέποτε φαίνεσθαι τῆς ἴριδος μηδὲ μειζόν ἡμικυκλίου τμήμα. ποικίλην δ’ ἔχειν ἡ τὴν ἔμφασιν διὰ τὸ κατὰ τὴν τῆς ὄψεως ἀνάκλασιν φοινικοῦν καὶ πράσινον καὶ ἄλουργόν προσπίπτειν ἀπ’ αὐτῆς χρώμα. φοινικοῦν μὲν, ὅτι τὸ λαμπρὸν ἐν μέλανι καὶ διὰ μέλανος ὁρώμενον τοιαύτην ἀποτελεῖ χροᾶν. τοῖς γοῦν θεωμένοις τὸν ἥλιον δι’ ὀμίχλης ἢ διὰ καπνοῦ δοκεῖν ἐρυθρὸν εἶναι· καὶ τὴν ἀπὸ τῶν χλωρῶν ξύλων φλόγα περονιγμένην διὰ τὸ πολὺν αὐτῇ καταμιγίζεσθαι καπνόν. κατὰ τοῦτο δὴ καὶ τὴν ἐπανάταν καὶ μειζόνα περιφέρειαν τῆς ἴριδος ἐμφαίνειν τὸ φοινικοῦν· διὰ γὰρ μέλανος τοῦ νέφους ἀνακλωμένην τὴν ὄψιν πρὸς λαμπρότατον ὄντα τὸν ἥλιον ἀντιλαμβάνεσθαι τοιούδε χρώματος. τὴν δὲ δευτέραν καὶ τρίτην περιφέρειαν διὰ τὴν τῆς ὄψεως ἀσθένειαν τὸ τε πράσινον καὶ τὸ ἄλουργὲς ἐμφαίνειν. τὸ δ’ ὅλον εἶναι τὴν ἴριν ἔμφασιν ἡλίου τμήματος ἢ σελήνης ἐν νέφει κοίλῳ καὶ δεδροσισμένῳ κατὰ κύκλον περιφέρειαν ὁρωμένην. γίνεσθαι δ’ ἐστὶν ὅτε διπλῆν, ὡς τὴν ἐτέραν ἀμυροτέραν φαίνεσθαι καὶ διὰ παντὸς ἐξ ἐναντίας ἰσταμένην τῇ προτέρας καὶ τῇ θέσει τῶν χρωμάτων ἀντεστραμμένην. παρήλιους δὲ καὶ ράβδους γίνεσθαι μὲν ἀπὸ τῆς αὐτῆς αἰτίας, οὐδὲ μὴν ὁμοίως ἔχοντος τοῦ νέφους. ὅταν γὰρ ἀχλυώδες ἢ καὶ ὁμαλές, πρὸς δὲ τούτοις ὀδατώδες καὶ πυκνόν, ὡς ἀπὸ χαλκοῦ [κατὸπρου] λείου κλῶμενην πρὸς τὸν ἥλιον τὴν ὄψιν λεucoῦ ποιεῖν φαντασίαν. παραπλήσιον γὰρ ἥλιον κατὰ τε τὴν χρόαν καὶ τὸ σχῆμα φαίνεσθαι τὸν παρήλιον. τὴν μὲν γὰρ ὁμαλότητα τοῦ νέφους αἰτίαν εἶναι τοῦ χρώματος, τὴν δ’ ἀνάκλασιν τῆς ὄψεως τῆς τοῦ ἡλίου, διὰ τῆς ἀχλυώδους ἐμφάσεως προσπίπτουσαν ἀθρόως πρὸς πεπυκνωμένον ὥσπερ ἔνοπτρον οὐδέπω μὲν ὄν ὕδαρ, ἔχης δ’ ὑπάρχειν τῆς πρὸς ὕδωρ μεταβολῆς· διὸ καὶ σημεῖον ὕδατος εἶναι τὸν παρήλιον· καὶ μᾶλλον γε τὸν νότιον τοῦ βορείου παρὰ τὸ μᾶλλον μεταβάλλειν εἰς ὕδωρ τὸν νότιον ἀέρα τοῦ πρὸς ἄρκτον. γίνεσθαι δὲ περὶ τε [τὰς] ἀνατολὰς τοῦ ἡλίου καὶ περὶ δύσεις οὐχ ἄνωθεν, ἀλλ’ ἐκ τῶν πλαγίων, καθάπερ καὶ τὰς ράβδους. εἶναι δὲ [διὰ] τὰς καλουμένας ράβδους ἰρισιδεῖς εὐθείας ἐμφάσεις περὶ τὸν ἀέρα συνισταμένας δι’ ἀνωμαλίαν τῶν ἐνοπριζόντων νεφῶν.

---

Arius Didymus, Physica (Fragmenta). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003628.
