# Physica (Fragmenta) 482.3

Arius Didymus, Physica (Fragmenta), 482.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arius-didymus/physica-fragmenta/482.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/arius-didymus/physica-fragmenta/482.3

Χρύσιππος δὲ τούτων τι διεβεβαιοῦτο· εἶναι τὸ ὅν πνεῦμα κινοῦν ἑαυτὸ πρὸς ἑαυτὸ καὶ ἐξ αὐτοῦ, ἢ πνεῦμα ἑαυτὸ κινοῦν πρὸς καὶ ὀπίσω· πνεῦμα δὲ εἴληπται διὰ τὸ λέγεσθαι αὐτὸ ἀέρα εἶναι κινοῦμενον· ἀνάλογον δὲ γίνεσθαι καπνὸ τοῦ αἰθέρος, ὥστε καὶ εἰς κοινὸν λόγον πεσεῖν αὐτά. ἢ τοιαύτη δὲ κίνησις κατὰ μόνους γίνεται τοὺς νομίζοντας τὴν οὐσίαν πᾶσαν μεταβολὴν ἐπιδέχεσθαι καὶ σύγχυσιν καὶ σύστασιν καὶ σύμμιξιν καὶ σύμφυσιν καὶ τὰ τούτοις παραπλήσια. διαφέρειν γὰρ ἀρέσκει τοῖς ἀπὸ τῆς Στωικῆς αἱρέσεως παραθεῖναι μίξιν κράσιν σύγχυσιν· παραθεῖναι μὲν γὰρ εἶναι σωμάτων συναφὴν κατὰ τὰς ἐπιφανεῖας, ὡς ἐπὶ τῶν σωρῶν ὁρῶμεν, ἐν οἷς πυροὶ τε καὶ χριθαὶ καὶ φακοὶ καὶ εἴ τινα τούτοις ἄλλα παραπλήσια περιέχεται, καὶ τῶν ἐπὶ τῶν αἰγιαλῶν ψίφων καὶ ἄμμων· μίξιν δ’ εἶναι δύο ἢ καὶ πλειόνων σωμάτων ἀντιπαρέκτασιν δι’ ὅλων, ὑπομένουσῶν τῶν συμφυῶν περὶ αὐτὰ ποιότητων, ὡς ἐπὶ τοῦ πυρὸς ἔχει καὶ τοῦ πεπυρωκτοῦ μένου σιδήρου· ἐπὶ τούτων γὰρ (δι’) ὅλων γίνεσθαι τῶν σωμάτων τὴν ἀντιπαρέκτασιν. ὁμοίως δὲ καπνὸ τῶν ἐν ἡμῖν ψυχῶν ἔχει· δι’ ὅλων γὰρ τῶν σωμάτων ἡμῶν ἀντιπαρεκτείνουσιν· ἀρέσκει γὰρ αὐτοῖς σῶμα διὰ σώματος ἀντιπαρῆχειν. κράσιν δ’ εἶναι λέγουσι δύο ἢ καὶ πλειόνων σωμάτων ὑγρῶν δι’ ὅλων ἀντιπαρέκτασιν τῶν περὶ αὐτὰ ποιότητων ὑπομένουσῶν. (καὶ) τὴν μὲν μίξιν καὶ ἐπὶ ξερῶν γίνεσθαι σωμάτων, οἷον πυρὸς καὶ σιδήρου ψυχῆς τε καὶ τοῦ περιέχοντος αὐτὴν σώματος, τὴν δὲ κράσιν ἐπὶ μόνων φασὶ γίνεσθαι τῶν ὑγρῶν·

---

Arius Didymus, Physica (Fragmenta). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003628.
