# Physica (Fragmenta) 484.5

Arius Didymus, Physica (Fragmenta), 484.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arius-didymus/physica-fragmenta/484.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/arius-didymus/physica-fragmenta/484.5

Κόσμον δ’ εἶναι φασιν ὁ Χρύσιππος σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων ἢ τὸ ἐκ θεῶν καὶ ἀνθρώπων σύστημα καὶ ἐκ τῶν ἕνεκα 15 τούτων γεγονότων. λέγεται δ’ ἑτέρως κόσμος ὁ θεός, καθ’ ὃν ἡ διακόσμησις γίνεται καὶ τελειοῦται· τοῦ δὲ κατὰ τὴν διακόσμησιν λεγομένου κόσμου τὸ μὲν εἶναι περιφερόμενον περὶ τὸ μέσον, τὸ δ’ ὑπομένον· περιφερόμενον μὲν τὸν αἰθέρα, ὑπομένον δὲ τὴν γῆν καὶ τὰ ἐπ’ αὐτῆς ὕγρα καὶ τὸν ἄέρα. τὸ γὰρ τῆς πάσης οὐσίας πυκνότατον ὑπέρισμα πάντων εἶναι κατὰ φύσιν, ὕπερ τρόπον ἐν ζῴῳ τὰ 20 ὀστέα, τοῦτο δὲ καλεῖσθαι γῆν. περὶ δὲ ταύτην τὸ ὕδωρ περιεχεῖσθαι σφαιρικῶς, ὁμαλωτέραν τὴν ἰσχὺν διειληχός. τῆς γὰρ γῆς ἔχοχάς τινας ἔχούσης ἀνωμαλοὺς διὰ τοῦ ὕδατος ἐς ὕψος ἀνιχούσας, ταύτας μὲν νήσους καλεῖσθαι, τούτων δὲ τὰς ἐπὶ πλεῖον διηχούσας ἠπείρους προσηγιορεῦσθαι ὑπ’ ἀγνοίας τοῦ περιέχεσθαι καὶ ταύτας πελάγεσι μεγάλοις. ἀπὸ δὲ τοῦ ὕδατος τὸν ἄέρα ἐξήφθαι καθάπερ ἐξα- 25

---

Arius Didymus, Physica (Fragmenta). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003628.
