# Physica (Fragmenta) 485.2

Arius Didymus, Physica (Fragmenta), 485.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arius-didymus/physica-fragmenta/485.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/arius-didymus/physica-fragmenta/485.2

Ἄστρων δὲ εἶναι φησιν ὁ Ποσειδώνιος σῶμα θεῖον ἐξ αἰθέρος συνεστηκός, λαμπρὸν καὶ πυρώδες, οὐδέποτε στάσιν ἔχον, ἀλλ’ αἰεὶ φερόμενον ἐγκυκλίως· ἰδίως δὲ τὸν ἥλιον καὶ τὴν σελήνην ἄστρα λέγεσθαι· διαφέρειν δὲ ἀστέρα ἀστρου· εἰ μὲν γὰρ τὶς ἔστιν ἀστήρ, καὶ ἄστρον ὀνομασθήσεται δεόντως, οὐ μὴν ἀναπαλιν. Ἀνατολὴν δ’ εἶναι φησιν ὁ Χρύσιππος ἐν ταῖς Φυσικαῖς τέχναις ὑπεροχὴν ἀστρου ὑπὲρ γῆς, δύσιν δὲ κρύψιν ἀστρου ὑπὸ γῆν. γίνεσθαι δ’ ἅμα τῶν αὐτῶν ἀνατολὴν καὶ δύσιν πρὸς ἄλλους τε καὶ ἄλλους. ἐπιτολὴν δ’ ἀστρου ἅμα ἡλίῳ ἀνατολὴν, δύσιν δὲ τὴν ἅμα ἡλίῳ δύσιν. διχῶς γὰρ λέγεσθαι δύσιν· τὴν μὲν κατὰ τὴν ἀνατολὴν, τὴν δὲ κατὰ τὴν ἐπιτολὴν. κυνὸς δ’ ἐπιτολὴν ἅμα ἡλίῳ κυνὸς ἀνατολὴν, δύσιν δὲ κυνὸς ἅμα ἡλίῳ κυνὸς ἀπόκρυψιν ὑπὸ γῆν. τὸν δ’ ὅμοιον λόγον εἶναι καὶ ἐπὶ τῆς πλειάδος.

---

Arius Didymus, Physica (Fragmenta). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003628.
