# Physica (Fragmenta) 492.2

Arius Didymus, Physica (Fragmenta), 492.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arius-didymus/physica-fragmenta/492.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/arius-didymus/physica-fragmenta/492.2

ΑΠΟΣΠΑΣΜΑΤΙΑ EK TΩN ΘΕΟΦΡΑΣΤΟΥ ΦΥΣΙΚΩΝ ΔΩΣΕΩΝ Τῶν δὲ μίαν καὶ κινουμένην λεγόντων τὴν ἀρχὴν, οὓς καὶ φυσικοὺς ἰδίως καλεῖ (Aristoteles), οἱ μὲν πεπερασμένην αὐτὴν φασιν, ὥσπερ Θαλὴς μὲν Ἐξαμοῦο Μιλήσιος καὶ Ἰππων, ὃς δοκεῖ καὶ ἄθεος γεγονέναι, ὕδωρ ἔλεγον τὴν ἀρχὴν ἐκ τῶν φαινομένων κατὰ τὴν αἴσθησιν εἰς τοῦτο προαχθέντες· καὶ γὰρ τὸ θερμὸν τῷ ὑγρῷ ζῇ καὶ τὰ νεκρούμενα ἐξηραίνεται καὶ τὰ σπέρματα πάντων ὑγρὰ καὶ ἡ τροφὴ πᾶσα χυλώδης· ἐξ οὐ δὲ ἐστὶν ἕκαστα, τοῦτῳ καὶ τρέφεσθαι πέφυκε· τὸ δὲ ὕδωρ ἀρχὴ τῆς ὑγρᾶς φύσεώς ἐστι καὶ συνεπικὸν πάντων· διὸ πάντων ἀρχὴν ὑπέλαβον εἶναι τὸ ὕδωρ καὶ τὴν γῆν ἐφ’ ὕδατος ἀπερῆναντο κεῖσθαι. Θαλὴς δὲ πρῶτος παραδέδοται τὴν περὶ φύσεως ἱστορίαν τοῖς Ἕλλησιν ἐκφηναι, πολλῶν μὲν καὶ ἄλλων προγεγονότων, ὧς καὶ Θεοφράστῳ δοκεῖ, αὐτὸς δὲ πολὺ διενεγχὼν ὡς ἀποκρύφαι πάντας τοὺς πρὸ αὐτοῦ· λέγεται δὲ ἐν γραφαῖς μηδὲν καταλιπεῖν πλὴν τῆς καλουμένης Ναυτικῆς ἀστρολογίας. Ἰππασος δὲ ὁ Μεταποντῖνος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος ἐν καὶ οὗτοι καὶ κινούμενον καὶ πεπερασμένον, ἀλλὰ πῦρ ἐποίησαν τὴν ἀρχὴν καὶ ἐκ πυρὸς ποιοῦσι τὰ ὄντα πυκνῶσαι καὶ μανῶσαι καὶ διαλοῦσι πάλιν εἰς πῦρ ὡς ταύτης μιᾶς οὐσίας φύσεως τῆς ὑποκειμένης· πυρὸς γὰρ ἀμοιβὴν εἶναι φησιν Ἡράκλειτος πάντα·

---

Arius Didymus, Physica (Fragmenta). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003628.
