Ancient Greek · ~3 min
1.2 to 1.5
Arrian, Κυνηγετικός 1.2-5
Not analysed yet
καὶ περὶ λαγῶν δὲ λέλεκται, ἥτις ἡ φύσις αὐτῶν, καὶ ὅπως νέμονται καὶ ὅπου εὐνάζονται, καὶ ὅπως χρὴ μαστεύειν αὐτούς· καὶ περὶ κυνῶν, ὅσαι ἰχνεύειν σοφαὶ καὶ ὅσαι πονηραί, καὶ ὅπως ἀπό τε τοῦ εἴδους καὶ τῶν ἔργων τεκμαίρεσθαι χρὴ ἑκατέρας. ἔστιν δὲ ἃ καὶ περὶ συῶν θήρας λέλεκται καὶ ἐλάφων καὶ ἄρκτων καὶ λεόντων, ὅπως σοφίᾳ καὶ δόλῳ ἁλωτά. ὅσα δὲ ἐλλείπειν μοι δοκεῖ ἐν τῷ λόγῳ, οὐχὶ ἀμελείᾳ ἀλλʼ ἀγνοίᾳ τοῦ γένους τῶν κυνῶν τοῦ Κελτικοῦ καὶ τοῦ γένους τῶν ἵππων τοῦ Σκυθικοῦ τε καὶ τοῦ Λιβυκοῦ, ταῦτα λέξω, ὁμώνυμός τε ὢν αὐτῷ καὶ πόλεως τῆς αὐτῆς καὶ ἀμφὶ ταὐτὰ ἀπὸ νέου ἐσπουδακώς, κυνηγέσια καὶ στρατηγίαν καὶ σοφίαν· ἐπεὶ καὶ αὐτὸς ἐκεῖνος, ἃ Σίμωνι περὶ ἱππικῆς ἐνδεῶς λελεγμένα ἦν, ᾠήθη δεῖν ἀναγράψαι, οὐχὶ ἔριδι τῇ πρὸς Σίμωνα, ἀλλʼ ὅτι ὠφέλιμα ἐς ἀνθρώπους ἐγίγνωσκεν.