Ancient Greek · ~4 min
16.1 to 16.4
Arrian, Κυνηγετικός 16.1-4
Not analysed yet
κράτιστοι δὲ τῶν λαγῶν οἱ ἐν τόποις περιφανέσιν καὶ ἀναπεπταμένοις τὰς εὐνὰς ἔχοντες· ὑπὸ θάρρους γὰρ οὐκ ἀποκρύπτουσιν σφᾶς, ἀλλὰ προκαλοῦνται, ἐμοὶ δοκεῖν, τὰς κύνας. οἱ δὲ αὐτοὶ οὗτοι ἐπειδὰν διώκωνται, οὐκ ἐπὶ τὰς νάπας φεύγουσιν οὐδὲ ἐπὶ τὰ ἄλση, εἰ καὶ πάνυ πλησίον τύχοι ὄντα, ὥστε εὐμαρῶς ἀφελέσθαι αὐτοὺς τοῦ κινδύνου, ἀλλʼ ἐς τὰ πεδία βιάζονται, ἐρίζοντες πρὸς τὰς κύνας. καὶ εἰ μὲν βραδεῖαι κύνες ἕποιντο αὐτοῖς, τοσοῦτον ὅσον διώκονται θέουσιν· εἰ δὲ ὠκεῖαι, ὅση δύναμις. πολλάκις δὲ ἤδη ἐς τὰ πεδία ἐκτραπέντες εἰ αἴσθοιντο ἐφομαρτοῦσαν κύνα ἀγαθήν, ὡς ἐπισκιάζεσθαι ὑπʼ αὐτῆς, θαμινὰ ἐν τοῖς ἐξελιγμοῖς διαρρίψαντες αὐτὴν οἳ δὲ τρέπονται αὖ ἐπὶ τὰς νάπας, ἢ εἴ που κατάδυσιν γιγνώσκοιεν. καὶ τοῦτο τεκμήριον ποιητέον ὅτι ἐκράτησεν ἡ κύων τοῦ λαγώ· οὐ γάρ τοι ἐπὶ τῷ ἁλῶναι τὸ θηρίον ἐξάγουσιν τὰς κύνας ἀλλʼ ἐς ἀγῶνα δρόμου καὶ ἅμιλλαν οἵ γε τῇ ἀληθείᾳ κυνηγετικοί. καὶ ἀγαπῶσιν εἰ ἐπιτύχοι ὁ λαγὼς τοῦ διασώσοντος,