Ancient Greek · ~2 min
16.6 to 16.8
Arrian, Κυνηγετικός 16.6-8
Not analysed yet
καὶ τούτου μόνου ἕνεκα οὐ σύμφημι τῷ ἐμαυτοῦ ὁμωνύμῳ, ἀλλʼ εὑρισκόμενον μὲν ὅστις ἴδοι τὸ θηρίον καὶ διωκόμενον καὶ μεταθεόμενον, συγχωρῶ διότι ἐπιλάθοιτο ἂν εἴ του ἐρῴη· ἁλισκόμενον δὲ ἰδεῖν οὔτε ἡδὺ τὸ θέαμα ἀποφαίνω οὔτε ἐκπληκτικὸν ἀλλʼ ἀνιαρὸν μᾶλλον, καὶ οὐκ ἂν ἐπί γε τούτῳ ἐπιλαθέσθαι ἄν τινα εἴ του ἐρῴη. ἀλλʼ ἐκείνῳ γε τῷ Ξενοφῶντι, οὐκ ἐγνωκότι τὰς ὠκείας κύνας, συγγνωστὸν εἰ καὶ ἁλισκόμενος λαγὼς μέγα θέαμα ἐφαίνετο. ἐφομαρτούσας δὲ τῷ δρόμῳ ἐπικλάζειν εἰ καὶ μὴ παρακελευσαίμην, οἶδα ὅτι πολλὴ ἀνάγκη· ὥστε κἂν ἄναυδον κύνα ῥῆξαι φωνήν, οὐ μεῖον ἤ, ὡς λόγος, τὸν Κροίσου υἱέα.