Ancient Greek · ~2 min
24.3 to 24.4
Arrian, Κυνηγετικός 24.3-4
Not analysed yet
Λιβύων δὲ παῖδες ὀκταέτεις ἔστιν οἳ αὐτῶν, οἳ δὲ οὐ πολλῷ πρεσβύτεροι, ἐπὶ γυμνῶν τῶν ἵππων ἐλαύνουσιν, ῥάβδῳ χρώμενοι ἐπʼ αὐτοῖς ὅσα Ἕλληνες χαλινῷ, καὶ ἐς τοσοῦτον ἄρα ἐφομαρτοῦσιν τοῖς ὄνοις τοῖς ἀγρίοις, ἔστε τελευτῶντες βρόχον περιβαλόντες τῷ θηρίῳ ἄγουσιν· τὸ δὲ ἕπεται ἡττημένον. οὕτω τοι θηρῶσιν ὅσοις κύνες τε ἀγαθαὶ καὶ ἵπποι, οὐ πάγαις οὐδὲ ἄρκυσιν οὐδὲ βρόχοις οὐδὲ ἁπλῶς δόλοις καὶ σοφίσμασιν ἐξαπατῶντες τὰ θηρία, ἀλλʼ ἐκ τοῦ εὐθέος διαγωνιζόμενοι.