# Cynegeticus 28

Arrian, Cynegeticus, Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/arrian/text-2/28
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/arrian/text-2/28
CTS URN: urn:cts:greekLit:tlg0074.tlg003:28

κράτιστον δὲ καθεῖρξαι ἐν ταὐτῷ τὸν ἄρρενα ἅμα τῇ θηλείᾳ, αὐτὸν δὲ ἀφανῆ εἶναι· αἱ γὰρ ἐν τῷ ἐμφανεῖ ὁμιλίαι οὐ γόνιμοι, εἰ χρὴ πείθεσθαι ἀνδράσιν κυνηγετικοῖς. ὅσα δὲ τοιαῦτα λάθρα ὑπὸ κυνῶν ἐσπουδάσθη, ἐπιτυχῆ γενέσθαι λόγος. μετὰ ταῦτα δὲ ἐξάγειν μὲν ἐπὶ θήραν — ὁ γὰρ περίπατος ἀγαθὸν ἐς ῥώμην ταῖς κυσίν —, ἐφιέναι δὲ αὐτάς λαγῷ μηκέτι· κίνδυνος γὰρ διαφθεῖραι ὑπερκαμοῦσαν ἢ ὑπερταθεῖσαν. καὶ τὸν ἄρρενα δὲ μὴ ἐφιέναι ἐπὶ λαγῶ ὡσαύτως, πρὶν ἀπὸ τοῦ καμάτου ἀμπαύσασθαι καὶ ῥωσθῆναι, ἑξήκοντα ἡμερῶν οὐ μεῖον· ἔπειτα ἐφιέναι ἐς ἀγῶνα οὐδὲν κωλύσει.

---

Arrian, Κυνηγετικός, ed. Rudolf Hercher, Alfred Eberhard. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0074.tlg003.local001/.
